Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/563

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
463
IV 42. 43. 44.

δύνων ἑαυτοὺς ἀπηλλάχθαι. διὸ καὶ τοῖς ἐπιγινομένοις παραδοσίμου γεγενημένης τῆς περιπετείας, ἀεὶ τοὺς χειμαζομένους τῶν πλεόντων εὐχὰς μὲν τίθεσθαι τοῖς Σαμόθρᾳξι, τὰς δὲ τῶν ἀστέρων παρουσίας ἀναπέμπειν εἰς τὴν τῶν Διοσκόρων ἐπιφάνειαν. οὐ μὴν ἀλλὰ τότε λήξαντος τοῦ χειμῶνος ἀποβῆναι μὲν τοὺς ἀριστεῖς τῆς Θρᾴκης εἰς τὴν ὑπὸ Φινέως βασιλευομένην χώραν, περιπεσεῖν δὲ δυσὶ νεανίσκοις ἐπὶ τιμωρίᾳ διωρυγμένοις καὶ μάστιξι πληγὰς συνεχεῖς λαμβάνουσι· τούτους δ’ ὑπάρχειν Φινέως υἱοὺς καὶ Κλεοπάτρας, ἥν φασιν ἐξ Ὠρειθυίας τῆς Ἐρεχθέως γεννηθῆναι καὶ Βορέου, διὰ [δὲ] μητρυιᾶς τόλμαν καὶ διαβολὰς ψευδεῖς τυγχάνοντας ὑπὸ τοῦ πατρὸς ἀδίκως τῆς προειρημένης τιμωρίας· τὸν γὰρ Φινέα γεγαμηκότα Ἰδαίαν τὴν Δαρδάνου τοῦ Σκυθῶν βασιλέως θυγατέρα, καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πάντα χαριζόμενον, πιστεῦσαι διότι τῇ μητρυιᾷ βίαν ἐφ’ ὕβρει προσήγαγον οἱ πρόγονοι, βουλόμενοι τῇ μητρὶ χαρίζεσθαι. τῶν δὲ περὶ τὸν Ἡρακλέα παραδόξως ἐπιφανέντων, φασὶ τοὺς μὲν ἐν ταῖς ἀνάγκαις ὄντας ἐπικαλέσασθαι καθάπερ θεοὺς τοὺς ἀριστεῖς, καὶ τὰς αἰτίας δηλώσαντας τῆς τοῦ πατρὸς παρανομίας δεῖσθαι τῶν ἀτυχημάτων αὐτοὺς ἐξελέσθαι. 44  τὸν δὲ Φινέα πικρῶς ἀπαντήσαντα τοῖς ξένοις παραγγεῖλαι μηδὲν τῶν καθ’ ἑαυτὸν πολυπραγμονεῖν· μηδένα γὰρ πατέρα λαβεῖν παρ’ υἱῶν ἑκουσίως τιμωρίαν, εἰ μὴ τῷ μεγέθει τῶν ἀδικημάτων ὑπέρθοιντο τὴν φυσι-