Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/560

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
460
DIODORI SICULI

μέν, οὐ κατὰ πᾶν δ’ ἀδύνατον κρίνοντα, καὶ διὰ τοῦτο μᾶλλον αὑτὸν ἐπιφανέστερον ἔσεσθαι διαλαμβάνοντα, παρασκευάσασθαι τὰ πρὸς τὴν ἐπιβολήν. 41  καὶ πρῶτον μὲν περὶ τὸ Πήλιον ναυπηγήσασθαι σκάφος, πολὺ τῷ μεγέθει καὶ τῇ λοιπῇ κατασκευῇ τὴν τότε συνήθειαν ὑπερβάλλον, διὰ τὸ σχεδίαις πλεῖν τοὺς τότε ἀνθρώπους καὶ μικροῖς παντελῶς ἀκατίοις. διὸ καὶ τῶν ἰδόντων αὐτὸ τότε καταπληττομένων, καὶ τῆς φήμης διαδοθείσης κατὰ τὴν Ἑλλάδα περί τε τοῦ ἄθλου καὶ τῆς κατὰ τὴν ναυπηγίαν ἐπιβολῆς, οὐκ ὀλίγους τῶν ἐν ὑπεροχαῖς νεανίσκων ἐπιθυμῆσαι μετασχεῖν τῆς στρατείας. Ἰάσονα δὲ καθελκύσαντα τὸ σκάφος καὶ κοσμήσαντα πᾶσι τοῖς ἀνήκουσι πρὸς ἔκπληξιν λαμπρῶς, ἐκλέξαι τῶν ὀρεγομένων τῆς αὐτῆς προαιρέσεως τοὺς ἐπιφανεστάτους ἀριστεῖς, ὥστε σὺν αὐτῷ τοὺς ἅπαντας εἶναι πεντήκοντα καὶ τέτταρας. τούτων δ’ ὑπάρχειν ἐνδοξοτάτους Κάστορα καὶ Πολυδεύκην, ἔτι δ’ Ἡρακλέα καὶ Τελαμῶνα, πρὸς δὲ τούτοις Ὀρφέα καὶ τὴν Σχοινέως Ἀταλάντην, ἔτι δὲ τοὺς Θεσπίου παῖδας καὶ αὐτὸν τὸν στελλόμενον τὸν πλοῦν ἐπὶ τὴν Κολχίδα. τὴν δὲ ναῦν Ἀργὼ προσαγορευθῆναι κατὰ μέν τινας τῶν μυθογράφων ἀπὸ τοῦ τὸ σκάφος ἀρχιτεκτονήσαντος Ἄργου καὶ συμπλεύσαντος ἕνεκα τοῦ θεραπεύειν ἀεὶ τὰ πονοῦντα μέρη τῆς νεώς, ὡς δ’ ἔνιοι λέγουσιν ἀπὸ τῆς περὶ τὸ τάχος ὑπερβολῆς, ὡς ἂν τῶν ἀρχαίων ἀργὸν τὸ ταχὺ προσαγορευόντων. τοὺς δ’ οὖν ἀριστεῖς συν-