τοῦ τέκνου κεῖσθαι, τὸν δαλὸν ἐπιμελῶς τηρεῖν. ὕστερον δ’ ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν παροξυνθεῖσαν κατακαῦσαι τὸν δαλὸν καὶ τῷ Μελεάγρῳ τῆς τελευτῆς αἰτίαν καταστῆναι· ἀεὶ δὲ μᾶλλον ἐπὶ τοῖς πεπραγμένοις λυπουμένην τὸ τέλος ἀγχόνῃ τὸν βίον καταστρέψαι. 35 ἅμα δὲ τούτοις πραττομένοις Ἱππόνουν ἐν Ὠλένῳ πρὸς τὴν θυγατέρα Περίβοιαν, φάσκουσαν αὑτὴν ἐξ Ἄρεος ὑπάρχειν ἔγκυον, διενεχθέντα πέμψαι ταύτην εἰς Αἰτωλίαν πρὸς Οἰνέα καὶ παρακελεύσασθαι ταύτην ἀφανίσαι τὴν ταχίστην. ὁ δ’ Οἰνεὺς ἀπολωλεκὼς προσφάτως υἱὸν καὶ γυναῖκα, τὸ μὲν ἀποκτεῖναι τὴν Περίβοιαν ἀπέγνω, γήμας δ’ αὐτὴν ἐγέννησεν υἱὸν Τυδέα.
Τὰ μὲν οὖν περὶ Μελέαγρον καὶ Ἀλθαίαν, ἔτι δ’ Οἰνέα τοιαύτης ἔτυχε διεξόδου. Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις βουλόμενος χαρίσασθαι τὸν Ἀχελῷον ποταμὸν ἀπέστρεψε, καὶ ῥύσιν ἄλλην κατασκευάσας ἀπέλαβε χώραν πολλὴν καὶ πάμφορον, ἀρδευομένην ὑπὸ τοῦ προειρημένου ῥείθρου. διὸ καὶ τῶν ποιητῶν τινας μυθοποιῆσαι τὸ πραχθέν· παρεισήγαγον γὰρ τὸν Ἡρακλέα πρὸς τὸν Ἀχελῷον συνάψαι μάχην, ὡμοιωμένου τοῦ ποταμοῦ ταύρῳ, κατὰ δὲ τὴν συμπλοκὴν θάτερον τῶν κεράτων κλάσαντα δωρήσασθαι τοῖς Αἰτωλοῖς, ὃ προσαγορεῦσαι κέρας Ἀμαλθείας. ἐν ᾧ πλάττουσι πλῆθος ὑπάρχειν πάσης ὀπωρινῆς ὥρας, βοτρύων τε καὶ μήλων καὶ τῶν ἄλλων τῶν