Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/534

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
434
DIODORI SICULI

Ὀλυμπίοις θεοῖς πανηγύρεσι καὶ θυσίαις λαμπραῖς, καίπερ κατὰ τοὺς ἔμπροσθεν χρόνους οὐδεμίαν θυσίαν προσδεχόμενος, τότε πρώτως συνευδόκησε, τοῦ δαιμονίου τὴν ἀθανασίαν αὐτῷ προσημαίνοντος. ὁδοῦ γὰρ οὔσης οὐκ ἄπωθεν τῆς πόλεως πετρώδους, αἱ βόες τὰ ἴχνη καθάπερ ἐπὶ κηροῦ τινος ἀπετυποῦντο. ὁμοίως δὲ καὶ αὐτῷ τῷ Ἡρακλεῖ τούτου συμβαίνοντος, καὶ τοῦ ἄθλου δεκάτου τελουμένου, νομίσας ἤδη τι λαμβάνειν τῆς ἀθανασίας, προσεδέχετο τὰς τελουμένας ὑπὸ τῶν ἐγχωρίων κατ’ ἐνιαυτὸν θυσίας. διόπερ τοῖς εὐδοκουμένοις τὰς χάριτας ἀποδιδούς, πρὸ μὲν τῆς πόλεως κατεσκεύασε λίμνην, ἔχουσαν τὸν περίβολον σταδίων τεττάρων, ἣν ἐπώνυμον αὐτῷ καλεῖσθαι προσέταξεν· ὡσαύτως δὲ καὶ τῶν βοῶν τοῖς ἀποτυπωθεῖσιν ἴχνεσι τὴν ἐφ’ ἑαυτοῦ προσηγορίαν ἐπιθείς, τέμενος κατεσκεύασεν ἥρωι Γηρυόνῃ, ὃ μέχρι τοῦ νῦν τιμᾶται παρὰ τοῖς ἐγχωρίοις. Ἰολάου τε τοῦ ἀδελφιδοῦ συστρατεύοντος τέμενος ἀξιόλογον ἐποίησε, καὶ τιμὰς καὶ θυσίας κατέδειξεν αὐτῷ γίνεσθαι κατ’ ἐνιαυτὸν τὰς μέχρι τοῦ νῦν τηρουμένας· πάντες γὰρ οἱ κατὰ ταύτην τὴν πόλιν οἰκοῦντες ἐκ γενετῆς τὰς κόμας [ἱερὰς] Ἰολάῳ τρέφουσι, μέχρι ἂν ὅτου θυσίαις μεγαλοπρεπέσι καλλιερήσαντες τὸν θεὸν ἵλεων κατασκευάσωσι. τοσαύτη δ’ ἐστὶν ἁγνεία καὶ σεμνότης περὶ τὸ τέμενος ὥστε τοὺς μὴ τελοῦντας τὰς εἰθισ-