τεύσαντες ἐπ’ αὐτὴν κύριοι κατέστησαν. ὁ δ’ Ἡρακλῆς πολλὴν τῆς Λιβύης ἐπελθὼν παρῆλθεν ἐπὶ τὸν πρὸς Γαδείροις ὠκεανόν, καὶ στήλας ἔθετο καθ’ ἑκατέραν τῶν ἠπείρων. συμπαραπλέοντος δὲ τοῦ στόλου διαβὰς εἰς τὴν Ἰβηρίαν, καὶ καταλαβὼν τοὺς Χρυσάορος υἱοὺς τρισὶ δυνάμεσι μεγάλαις κατεστρατοπεδευκότας ἐκ διαστήματος, πάντας τοὺς ἡγεμόνας ἐκ προκλήσεως ἀνελὼν καὶ τὴν Ἰβηρίαν χειρωσάμενος ἀπήλασε τὰς διωνομασμένας τῶν βοῶν ἀγέλας. διεξιὼν δὲ τὴν τῶν Ἰβήρων χώραν, καὶ τιμηθεὶς ὑπό τινος τῶν ἐγχωρίων βασιλέως, ἀνδρὸς εὐσεβείᾳ καὶ δικαιοσύνῃ διαφέροντος, κατέλιπε μέρος τῶν βοῶν ἐν δωρεαῖς τῷ βασιλεῖ. ὁ δὲ λαβὼν ἁπάσας καθιέρωσεν Ἡρακλεῖ, καὶ κατ’ ἐνιαυτὸν ἐκ τούτων ἔθυεν αὐτῷ τὸν καλλιστεύοντα τῶν ταύρων· τὰς δὲ βοῦς τηρουμένας συνέβη ἱερὰς διαμεῖναι κατὰ τὴν Ἰβηρίαν μέχρι τῶν καθ’ ἡμᾶς καιρῶν. Ἡμεῖς δ’ ἐπεὶ περὶ τῶν Ἡρακλέους στηλῶν ἐμνήσθημεν, οἰκεῖον εἶναι νομίζομεν περὶ αὐτῶν διελθεῖν. Ἡρακλῆς γὰρ παραβαλὼν εἰς τὰς ἄκρας τῶν ἠπείρων τὰς παρὰ τὸν ὠκεανὸν κειμένας τῆς τε Λιβύης καὶ τῆς Εὐρώπης ἔγνω τῆς στρατείας θέσθαι στήλας ταύτας. βουλόμενος δ’ ἀείμνηστον ἔργον ἐπ’ αὐτῷ συντελέσαι, φασὶ τὰς ἄκρας ἀμφοτέρας ἐπὶ πολὺ προχῶσαι· διὸ καὶ πρότερον διεστηκυίας ἀπ’ ἀλλήλων πολὺ διάστημα, συναγαγεῖν τὸν πόρον εἰς στενόν, ὅπως ἁλιτενοῦς καὶ στενοῦ γενομένου κωλύηται τὰ μεγάλα
Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/524
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
424
DIODORI SICULI