Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/505

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
405
IV 6. 7.

τούτων δ’ ἑκάστῃ προσάπτουσι τὰς οἰκείας διαθέσεις τῶν περὶ μουσικὴν ἐπιτηδευμάτων, οἷον ποιητικήν, μελῳδίαν, ὀρχήσεις καὶ χορείας, ἀστρολογίαν τε καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων. παρθένους δ’ αὐτὰς οἱ πλεῖστοι [γεγονέναι] μυθολογοῦσι διὰ τὸ τὰς κατὰ τὴν παιδείαν ἀρετὰς ἀφθόρους δοκεῖν εἶναι. Μούσας δ’ αὐτὰς ὠνομάσθαι ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δ’ ἐστὶν ἀπὸ τοῦ διδάσκειν τὰ καλὰ καὶ συμφέροντα καὶ ὑπὸ τῶν ἀπαιδεύτων ἀγνοούμενα. ἑκάστῃ δὲ προσηγορίᾳ τὸν οἰκεῖον λόγον ἀπονέμοντές φασιν ὠνομάσθαι τὴν μὲν Κλειὼ διὰ τὸ τὸν ἐκ τῆς ποιήσεως τῶν ἐγκωμιαζομένων ἔπαινον μέγα κλέος περιποιεῖν τοῖς ἐπαινουμένοις, Εὐτέρπην δ’ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροωμένους τοῖς ἀπὸ τῆς παιδείας ἀγαθοῖς, Θάλειαν δ’ ἀπὸ τοῦ θάλλειν ἐπὶ πολλοὺς χρόνους τοὺς διὰ τῶν ποιημάτων ἐγκωμιαζομένους, Μελπομένην δ’ ἀπὸ τῆς μελῳδίας, δι’ ἧς τοὺς ἀκούοντας ψυχαγωγεῖσθαι, Τερψιχόρην δ’ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροατὰς τοῖς ἐκ παιδείας περιγινομένοις ἀγαθοῖς, Ἐρατὼ δ’ ἀπὸ τοῦ τοὺς παιδευθέντας ποθεινοὺς καὶ ἐπεράστους ἀποτελεῖν, Πολύμνιαν δ’ ἀπὸ τοῦ διὰ πολλῆς ὑμνήσεως ἐπιφανεῖς κατασκευάζειν τοὺς διὰ τῶν ποιημάτων ἀπαθανατιζομένους τῇ δόξῃ, Οὐρανίαν δ’ ἀπὸ τοῦ τοὺς παιδευθέντας ὑπ’ αὐτῆς ἐξαίρεσθαι πρὸς