Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/489

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
389
IIΙ 74. 75.

περὶ τὸν Ἄμμωνα, καὶ πολέμου μεγάλου συνεστῶτος ἐν τῇ νήσῳ, ταχέως καὶ τοὺς περὶ τὸν Διόνυσον καὶ τὴν Ἀθηνᾶν καί τινας τῶν ἄλλων θεῶν νομισθέντων συνδραμεῖν εἰς Κρήτην. γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας. μετὰ δὲ ταῦτα Ἄμμωνος καὶ Διονύσου μεταστάντων ἐκ τῆς ἀνθρωπίνης φύσεως εἰς τὴν ἀθανασίαν, τὸν Δία φασὶ βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, κεκολασμένων τῶν Τιτάνων, καὶ μηδενὸς ὄντος τοῦ τολμήσοντος δι’ ἀσέβειαν ἀμφισβητῆσαι τῆς ἀρχῆς.

74  Τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις· τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς· τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωθέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσθαι τῶν προτέρων. τὰς δ’ ἀμφοτέρων προαιρέσεις μιμησάμενον στρατεῦσαι μὲν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, στήλας δ’ οὐκ ὀλίγας ἀπολιπεῖν τῶν ὅρων τῆς στρατείας· καὶ τὴν μὲν χώραν ἐξημεροῦν ταῖς φυτείαις, στρατιώτιδας δ’ ἐπιλέξασθαι γυναῖκας, καθάπερ καὶ ὁ παλαιὸς τὰς Ἀμαζόνας. ἐνεργῆσαι δ’ ἐπὶ πλέον καὶ τὰ περὶ τοὺς ὀργιασμούς, καὶ τελετὰς ἃς μὲν μεταθεῖναι πρὸς τὸ κρεῖττον, ἃς δ’ ἐπινοῆσαι. διὰ δὲ τὸ πλῆθος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων ὑπὸ