Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/467

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
367
IIΙ 61. 62.

δυσχερές ἐστιν ὑπὲρ τῆς γενέσεως τοῦ θεοῦ τούτου καὶ τῶν πράξεων καθαρῶς εἰπεῖν. οἱ μὲν γὰρ ἕνα Διόνυσον, οἱ δὲ τρεῖς γεγονέναι παραδεδώκασιν, εἰσὶ δ’ οἱ γένεσιν μὲν τούτου ἀνθρωπόμορφον μὴ γεγονέναι τὸ παράπαν ἀποφαινόμενοι, τὴν δὲ τοῦ οἴνου δόσιν Διόνυσον εἶναι νομίζοντες. διόπερ ἡμεῖς τῶν παρ’ ἑκάστοις λεγομένων τὰ κεφάλαια πειρασόμεθα συντόμως ἐπιδραμεῖν.

Οἱ τοίνυν φυσιολογοῦντες περὶ τοῦ θεοῦ τούτου καὶ τὸν ἀπὸ τῆς ἀμπέλου καρπὸν Διόνυσον ὀνομάζοντές φασι τὴν γῆν αὐτομάτως μετὰ τῶν ἄλλων φυτῶν ἐνεγκεῖν τὴν ἄμπελον, ἀλλ’ οὐκ ἐξ ἀρχῆς ὑπό τινος εὑρετοῦ φυτευθῆναι. τεκμήριον δ’ εἶναι τούτου τὸ μέχρι τοῦ νῦν ἐν πολλοῖς τόποις ἀγρίας ἀμπέλους φύεσθαι, καὶ καρποφορεῖν αὐτὰς παραπλησίως ταῖς ὑπὸ τῆς ἀνθρωπίνης ἐμπειρίας χειρουργουμέναις. διμήτορα δὲ τὸν Διόνυσον ὑπὸ τῶν παλαιῶν ὠνομάσθαι, μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριθμουμένης ὅταν τὸ φυτὸν εἰς τὴν γῆν τεθὲν λαμβάνῃ τὴν αὔξησιν, δευτέρας δ’ ὅταν βρίθῃ καὶ τοὺς βότρυς πεπαίνῃ, ὥστε τὴν μὲν ἐκ γῆς, τὴν δ’ ἐκ τῆς ἀμπέλου γένεσιν τοῦ θεοῦ νομίζεσθαι. παραδεδωκότων δὲ τῶν μυθογράφων καὶ τρίτην γένεσιν, καθ’ ἥν φασι τὸν θεὸν ἐκ Διὸς καὶ Δήμητρος τεκνωθέντα διασπασθῆναι μὲν ὑπὸ τῶν γηγενῶν καὶ καθεψηθῆναι, πάλιν δ’ ὑπὸ τῆς Δήμητρος τῶν μελῶν συναρμοσθέντων ἐξ ἀρχῆς νέον γεννη-