αὐτὸ καὶ προπίπτειν εἰς τὸ πρόσθεν ἄθρουν ὑπὸ τῆς πάλιν ῥύμης· τοὺς δ’ ὑποφεύγοντας, ὅταν ἐπιστραφῶσιν ἢ μένωσιν, εὐλόγως ὑπὸ τοῦ συνακολουθοῦντος εἰδώλου ψαύεσθαι τοῖς ὄγκοις· τοῦτο δὲ κατὰ τὴν πρὸς τὸ στερέμνιον πρόσπτωσιν περιθρύβεσθαι, καὶ πανταχόθεν προσχεόμενον καταψύχειν τὰ σώματα τῶν περιτυγχανόντων.
52 Τούτων δ’ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη τοῖς προειρημένοις τόποις διελθεῖν τὰ περὶ τὰς Ἀμαζόνας ἱστορούμενα τὰς γενομένας τὸ παλαιὸν κατὰ τὴν Λιβύην. οἱ πολλοὶ μὲν γὰρ ὑπειλήφασι τὰς περὶ τὸν Θερμώδοντα ποταμὸν ἐν τῷ Πόντῳ λεγομένας κατῳκηκέναι μόνας ὑπάρξαι· τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει, διὰ τὸ πολὺ προτερεῖν τοῖς χρόνοις τὰς κατὰ Λιβύην καὶ πράξεις ἀξιολόγους ἐπιτελέσασθαι. οὐκ ἀγνοοῦμεν δὲ διότι πολλοῖς τῶν ἀναγινωσκόντων ἀνήκοος φανεῖται καὶ ξένη παντελῶς ἡ περὶ τούτων ἱστορία· ἠφανισμένου γὰρ ὁλοσχερῶς τοῦ γένους τῶν Ἀμαζονίδων τούτων πολλαῖς γενεαῖς πρότερον τῶν Τρωικῶν, τῶν δὲ περὶ τὸν Θερμώδοντα ποταμὸν [γυναικῶν] ἠκμακυιῶν μικρὸν πρὸ τούτων τῶν χρόνων, οὐκ ἀλόγως αἱ μεταγενέστεραι καὶ μᾶλλον γνωριζόμεναι τὴν δόξαν κεκληρονομήκασι τὴν τῶν παλαιῶν καὶ παντελῶς ἀγνοουμένων διὰ τὸν χρόνον ὑπὸ τῶν πλείστων. οὐ μὴν ἀλλ’ ἡμεῖς εὑρίσκοντες πολλοὺς μὲν τῶν ἀρχαίων ποιητῶν τε καὶ συγγραφέων, οὐκ ὀλίγους δὲ καὶ τῶν μεταγενεστέρων μνή-