Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/412

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
312
DIODORI SICULI

διαφορὰς ἰδών, οὐκ ἀπιστήσει τοῖς ἱστορημένοις. 34  τοσαύτη γὰρ παραλλαγὴ τῶν παρ’ ἡμῖν ἀέρων πρὸς τοὺς ἱστορημένους ὥστε τὴν κατὰ μέρος διαφορὰν ἄπιστον εἶναι. ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους πήγνυνται μὲν οἱ μέγιστοι ποταμοί, στέγοντος τοῦ κρυστάλλου διαβάσεις στρατοπέδων καὶ ἁμαξῶν καταγόμων ἐφόδους, πήγνυται δὲ ὁ οἶνος καὶ τὰ λοιπὰ τῶν χυμῶν ὥστε μαχαίραις ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆς ἐσθῆτος παρατριβούσης περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντες ῥήγνυνται, κατὰ δέ τινας καιροὺς διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντὴν γίνεσθαι περὶ τοὺς τόπους φασί· πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖς μὲν ἀγνοοῦσιν ἄπιστα, τοῖς δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα. περὶ δὲ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ Τρωγλοδυτικῆς διὰ τὴν ὑπερβολὴν τῆς ἀφ’ ἡλίου θερμασίας κατὰ τὸν τῆς μεσημβρίας καιρὸν οὐδὲ συνορᾶν ἀλλήλους οἱ παρεστῶτες δύνανται διὰ τὴν παχύτητα τῆς περὶ τὸν ἀέρα πυκνώσεως, χωρὶς δὲ ὑποδέσεως πάντες ἀδυνατοῦσι βαδίζειν, ὡς ἂν τοῖς ἀνυποδήτοις παραχρῆμα φλυκτίδων γινομένων. κατὰ δὲ τὸ ποτόν, ἐὰν μὴ τὴν ἔνδειαν ἑτοίμως ἀφαιρῆται, ταχέως τελευτῶσιν, ὡς ἂν τῆς θερμασίας τὴν τῶν ὑγρῶν ἐν τῷ σώματι φύσιν ὀξέως ἀναλισκούσης. πρὸς δὲ τούτοις, ὅταν τις εἰς χαλκοῦν ἀγγεῖον ἐμβαλὼν τῶν