γὰρ ἱστοροῦσιν ἐπιπολάσαι τῶν εἰρημένων θηρίων πλῆθος ὥστε τοὺς κατοικοῦντας ἀνθρώπους τὸ μὲν πρῶτον πανδημεὶ κτείνειν [πᾶν] τὸ τῇ φύσει πολέμιον, ἀπεριγενήτου δὲ τοῦ πλήθους ὄντος καὶ τῶν δηγμάτων ὀξεῖς τοῖς πληγεῖσι τοὺς θανάτους ἐπιφερόντων, ἀπογνόντας τὴν πάτριον γῆν τε καὶ δίαιταν φυγεῖν ἐκ τῶν τόπων. οὐ χρὴ δὲ θαυμάζειν οὐδὲ ἀπιστεῖν τοῖς λεγομένοις, πολλὰ τούτων παραδοξότερα κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότα διὰ τῆς ἀληθοῦς ἱστορίας παρειληφότας. περὶ γὰρ τὴν Ἰταλίαν μυῶν πλῆθος ἀρουραίων ἐγγεννηθὲν τοῖς πεδίοις ἐξέβαλέ τινας ἐκ τῆς πατρίου χώρας, κατὰ δὲ τὴν Μηδίαν ἐπιπολάσαντες ἀμύθητοι στρουθοὶ καὶ τὰ σπέρματα τῶν ἀνθρώπων ἀφανίζοντες ἠνάγκασαν εἰς ἑτερογενεῖς τόπους μεταστῆναι, τοὺς δὲ καλουμένους Αὐταριάτας βάτραχοι τὴν ἀρχέγονον σύστασιν ἐν τοῖς νέφεσι λαμβάνοντες καὶ πίπτοντες ἀντὶ τῆς συνήθους ψεκάδος ἐβιάσαντο τὰς πατρίδας καταλιπεῖν καὶ καταφυγεῖν εἰς τοῦτον τὸν τόπον ἐν ᾧ νῦν καθίδρυνται. καὶ μὴν τίς οὐχ ἱστόρησεν Ἡρακλεῖ τῶν ὑπὲρ τῆς ἀθανασίας ἄθλων συντελεσθέντων ἕνα καταριθμούμενον καθ’ ὃν ἐξήλασεν ἐκ τῆς Στυμφαλίδος λίμνης τὸ πλῆθος τῶν ἐπιπολασάντων ὀρνίθων ἐν αὐτῇ; ἀνάστατοι δὲ κατὰ τὴν Λιβύην πόλεις τινὲς ἐγένοντο πλήθους λεόντων ἐπελθόντος ἐκ τῆς ἐρήμου.
Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/407
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
307
IIΙ 29. 30