Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/397

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
297
IIΙ 21. 22. 23.

θαλάττης ἐκ βυθοῦ τοὺς ἰχθῦς συνεκφερομένους διὰ τῶν θυρῶν παρεισπίπτειν, ἀναχωρούσης δὲ μὴ δύνασθαι τοῖς ὑγροῖς συνδιαρρεῖν διὰ τῆς τῶν καλάμων πλοκῆς. διὰ καὶ παρὰ τὸν ὠκεανὸν ἐνίοτε σωροὺς ἰχθύων σπαιρόντων ὁρᾶν ἔστι γινομένους, οὓς ἀναλεγόμενοι συνεχῶς οἱ πρὸς τούτοις τεταγμένοι δαψιλεῖς ἀπολαύσεις ἔχουσι καὶ μεγάλας προσόδους. ἔνιοι δὲ τῶν περὶ τοὺς τόπους διατριβόντων, πεδιάδος τε καὶ ταπεινῆς τῆς χώρας ὑπαρχούσης, τάφρους ὀρύττουσιν ἀπὸ θαλάττης εὐρείας ἐπὶ πολλοὺς σταδίους μέχρι ἰδίων ἐπαύλεων, ῥαβδωτὰς δὲ θύρας ἐπ’ ἄκρας αὐτὰς ἐπιστήσαντες ἀναβαινούσης μὲν τῆς πλημυρίδος ἀνοίγουσιν, εἰς δὲ τοὐναντίον μεταπιπτούσης κλείουσιν. εἶτα τῆς μὲν θαλάττης διὰ τῶν τῆς θύρας ἀραιωμάτων ἀπορρεούσης, τῶν δ’ ἰχθύων ἀποληφθέντων ἐν ταῖς τάφροις, ταμιεύονται καὶ λαμβάνουσιν ὅσους ἂν προαιρῶνται καὶ καθ’ ὃν ἂν χρόνον βούλωνται.

23  Διεληλυθότες δὲ περὶ τῶν παροικούντων τὴν ἀπὸ τῆς Βαβυλωνίας παράλιον ἕως Ἀραβίου κόλπου, περὶ τῶν ἑξῆς τούτοις ἐθνῶν διέξιμεν. κατὰ γὰρ τὴν Αἰθιοπίαν τὴν ὑπὲρ Αἰγύπτου παρὰ τὸν Ἄσαν καλούμενον ποταμὸν παροικεῖ τὸ τῶν Ῥιζοφάγων ἔθνος. ἐκ γὰρ τῶν πλησιοχώρων τὰς ῥίζας τῶν καλάμων ὀρύττοντες οἱ βάρβαροι πλύνουσι φιλοτίμως· ποιήσαντες δὲ καθαρὰς κόπτουσι λίθοις,