Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/395

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
295
IIΙ 20. 21.

ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην. αὗται δὲ τὰς μὲν νύκτας ἐν βυθῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομήν, τὰς δ’ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις· ἐξαίσιοι γὰρ τοῖς μεγέθεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους. οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις· πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δ’ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον. ἔπειθ’ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δ’ ἔχων μέρμιθα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων. ὅταν δ’ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιθέντες πρηνεῖς ἐφ’ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσθαι