Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/360

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
260
DIODORI SICULI

εὐρύθμους. καὶ τὰ μὲν τῆς ἀκοῆς τρήματα πολὺ τῶν παρ’ ἡμῖν ἔχειν εὐρυχωρέστερα, καὶ καθάπερ ἐπιγλωττίδας αὐτοῖς ἐκπεφυκέναι. ἴδιον δέ τι καὶ περὶ τὴν γλῶτταν αὐτοὺς ἔχειν, τὸ μὲν φυσικῶς αὐτοῖς συγγεγενημένον, τὸ δ’ ἐξ ἐπινοίας φιλοτεχνούμενον· δίπτυχον μὲν γὰρ αὐτοὺς ἔχειν τὴν γλῶτταν ἐπὶ ποσόν, τὰ δ’ ἐνδοτέρω προσδιαιρεῖν, ὥστε διπλῆν αὐτὴν γίνεσθαι μέχρι τῆς ῥίζης. διὸ καὶ ποικιλωτάτους αὐτοὺς εἶναι [καὶ] ταῖς φωναῖς οὐ μόνον πᾶσαν ἀνθρωπίνην καὶ διηρθρωμένην διάλεκτον μιμουμένους, ἀλλὰ καὶ τὰς τῶν ὀρνέων πολυφωνίας, καὶ καθόλου πᾶσαν ἤχου ἰδιότητα προΐεσθαι· τὸ δὲ πάντων παραδοξότατον, ἅμα πρὸς δύο τῶν ἐντυγχανόντων λαλεῖν ἐντελῶς, ἀποκρινομένους τε καὶ ταῖς ὑποκειμέναις περιστάσεσιν οἰκείως ὁμιλοῦντας· τῇ μὲν γὰρ ἑτέρᾳ πτυχὶ πρὸς τὸν ἕνα, τῇ δ’ ἄλλῃ πάλιν ὁμοίως πρὸς τὸν ἕτερον διαλέγεσθαι. εὐκρατότατον δ’ εἶναι τὸν ἀέρα παρ’ αὐτοῖς, ὡς ἂν κατὰ τὸν ἰσημερινὸν οἰκοῦντας, καὶ μήθ’ ὑπὸ καύματος μήθ’ ὑπὸ ψύχους ἐνοχλουμένους. καὶ τὰς ὀπώρας δὲ παρ’ αὐτοῖς παρ’ ὅλον τὸν ἐνιαυτὸν ἀκμάζειν, ὥσπερ καὶ ὁ ποιητής φησιν

ὄχνη ἐπ’ ὄχνῃ γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ
αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ ἐπὶ σύκῳ.

εἶναι δὲ διὰ παντὸς παρ’ αὐτοῖς τὴν ἡμέραν ἴσην τῇ νυκτί, καὶ κατὰ τὸ μέσον τῆς ἡμέρας μὴ γίνεσθαι