Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/332

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
232
DIODORI SICULI

κατάφυτον πολλοῖς κηπεύμασι καὶ καρποῖς παντοδαποῖς τὴν χώραν. τοῦ δὲ κατὰ τοὺς ποταμοὺς πλήθους καὶ τῆς τῶν ὑδάτων ὑπερβολῆς αἰτίαν φέρουσιν οἱ παρ’ αὐτοῖς φιλόσοφοι καὶ φυσικοὶ τοιαύτην· τῆς Ἰνδικῆς φασι τὰς περικειμένας χώρας, τήν τε Σκυθῶν καὶ Βακτριανῶν, ἔτι δὲ καὶ τῶν Ἀριανῶν, ὑψηλοτέρας εἶναι τῆς Ἰνδικῆς, ὥστ’ εὐλόγως εἰς τὴν ὑποκειμένην χώραν πανταχόθεν συρρεούσας τὰς λιβάδας ἐκ τοῦ κατ’ ὀλίγον ποιεῖν τοὺς τόπους καθύγρους καὶ γεννᾶν ποταμῶν πλῆθος. ἴδιον δέ τι συμβαίνει περί τινα τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν τὸν ὀνομαζόμενον Σίλλαν, ῥέοντα δ’ ἔκ τινος ὁμωνύμου κρήνης· ἐπὶ γὰρ τούτου μόνου τῶν ἁπάντων ποταμῶν οὐδὲν τῶν ἐμβαλλομένων εἰς αὐτὸν ἐπιπλεῖ, πάντα δ’ εἰς τὸν βυθὸν καταδύεται παραδόξως.

38  Τὴν δ’ ὅλην Ἰνδικὴν οὖσαν ὑπερμεγέθη λέγεται κατοικεῖν ἔθνη πολλὰ καὶ παντοδαπά, καὶ τούτων μηδὲν ἔχειν τὴν ἐξ ἀρχῆς γένεσιν ἔπηλυν, ἀλλὰ πάντα δοκεῖν ὑπάρχειν αὐτόχθονα, πρὸς δὲ τούτοις μήτε ξενικὴν ἀποικίαν προσδέχεσθαι πώποτε μήτ’ εἰς ἀλλοεθνεῖς ἀπεσταλκέναι. μυθολογοῦσι δὲ τοὺς ἀρχαιοτάτους ἀνθρώπους τροφαῖς μὲν κεχρῆσθαι τοῖς αὐτομάτως φυομένοις ἐκ τῆς γῆς καρποῖς, ἐσθῆσι δὲ ταῖς δοραῖς τῶν ἐγχωρίων ζῴων, καθάπερ καὶ παρ’ Ἕλλησιν. ὁμοίως δὲ καὶ τῶν τεχνῶν τὰς εὑρέσεις καὶ τῶν ἄλλων τῶν πρὸς βίον χρησίμων