Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/329

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
229
ΙI 35. 36.

φέροντας κατασκευάζει· εἶναι δ’ αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστήμονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καθαρόν, ὕδωρ δὲ λεπτομερέστατον πίνοντας. ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα. χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δ’ ὄσπριον καὶ διάφορον, ἔτι δ’ ὄρυζα καὶ ὁ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτ’ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων· καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ. οὐκ ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυναμένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν ἢ καθόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων. διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καθ’ ἕκαστον ἔτος, τοῦ μὲν χειμερινοῦ, καθὰ παρὰ τοῖς ἄλλοις, ὁ σπόρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δ’ ἑτέρου κατὰ τὴν θερινὴν τροπὴν [καθ’ ἣν] σπείρεσθαι συμβαίνει τὴν ὄρυζαν καὶ τὸν βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον· κατὰ δὲ τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρ-