Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/277

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
177
ΙI 5. 6.

ἐπὶ Σκύθας Δαρείου στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα τοῖς ἀναριθμήτοις πλήθεσι, τὰς ἐχθὲς καὶ πρῴην συντελεσθείσας πράξεις ἐπὶ τῆς Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηθέν. κατὰ μὲν οὖν τὴν Σικελίαν ὁ Διονύσιος ἐκ μιᾶς τῆς τῶν Συρακοσίων πόλεως ἐξήγαγεν ἐπὶ τὰς στρατείας πεζῶν μὲν δώδεκα μυριάδας, ἱππεῖς δὲ μυρίους καὶ δισχιλίους, ναῦς δὲ μακρὰς ἐξ ἑνὸς λιμένος τετρακοσίας, ὧν ἦσαν ἔνιαι τετρήρεις καὶ πεντήρεις· Ῥωμαῖοι δὲ μικρὸν πρὸ τῶν Ἀννιβαϊκῶν καιρῶν, προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, κατέγραψαν τοὺς κατὰ τὴν Ἰταλίαν ἐπιτηδείους εἰς [τὴν] στρατείαν πολίτας τε καὶ συμμάχους, ὧν ὁ σύμπας ἀριθμὸς μικρὸν ἀπέλιπε τῶν ἑκατὸν μυριάδων· καίτοι γ’ ἕνεκα πλήθους ἀνθρώπων τὴν Ἰταλίαν ὅλην οὐκ ἄν τις συγκρίνειε πρὸς ἓν ἔθνος τῶν κατὰ τὴν Ἀσίαν. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἐκ τῆς νῦν περὶ τὰς πόλεις οὔσης ἐρημίας τεκμαιρομένους τὴν παλαιὰν τῶν ἐθνῶν πολυανθρωπίαν.

6  Ὁ δ’ οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρατεύσας εἰς τὴν Βακτριανὴν ἠναγκάζετο, δυσεισβόλων τῶν τόπων καὶ στενῶν ὄντων, κατὰ μέρος ἄγειν τὴν δύναμιν. ἡ γὰρ Βακτριανὴ χώρα πολλαῖς καὶ μεγάλαις οἰκουμένη πόλεσι μίαν μὲν εἶχεν ἐπιφανεστάτην, ἐν ᾗ συνέβαινεν εἶναι καὶ τὰ βασίλεια· αὕτη δ’ ἐκαλεῖτο μὲν Βάκτρα, μεγέθει δὲ καὶ τῇ κατὰ τὴν ἀκρόπολιν ὀχυρότητι πολὺ πασῶν διέφερε.