Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/242

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
142
DIODORI SICULI

καὶ τοὺς ἱέρακας κατάγουσιν εἰς Αἴγυπτον· καὶ τοῦτο πράττουσιν ἐνίοτε τῶν ἐφοδίων αὐτοὺς ὑπολιπόντων. τὰ δὲ γινόμενα περὶ τὸν Ἆπιν τὸν ἐν Μέμφει [ποικίλον] καὶ τὸν Μνεῦιν τὸν ἐν Ἡλιουπόλει καὶ τὰ περὶ τὸν τράγον τὸν ἐν Μένδητι, πρὸς δὲ τούτοις τὸν κροκόδειλον τὸν κατὰ τὴν Μοίριδος λίμνην καὶ τὸν λέοντα τὸν τρεφόμενον ἐν τῇ καλουμένῃ Λεόντων πόλει, καὶ πολλὰ τοιαῦθ’ ἕτερα, διηγήσασθαι μὲν εὐχερές, ἀπαγγείλαντα δὲ πιστευθῆναι παρὰ τοῖς μὴ τεθεαμένοις δύσκολον. ταῦτα γὰρ ἐν ἱεροῖς μὲν περιβόλοις τρέφεται, θεραπεύουσι δ’ αὐτὰ πολλοὶ τῶν ἀξιολόγων ἀνδρῶν τροφὰς διδόντες τὰς πολυτελεστάτας· σεμίδαλιν γὰρ ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φυρῶντες, καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δ’ ὀπτῶντες ἀνεκλείπτως χορηγοῦσι, τοῖς δ’ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων θηρεύοντες παραβάλλουσι, καὶ τὸ καθόλου μεγάλην εἰσφέρονται σπουδὴν εἰς τὴν πολυτέλειαν τῆς τροφῆς. λουτροῖς τε χλιαροῖς χρώμενοι καὶ μύροις τοῖς κρατίστοις ἀλείφοντες καὶ παντοδαπὰς εὐωδίας θυμιῶντες οὐ διαλείπουσι, στρωμνάς τε τὰς πολυτελεστάτας καὶ κόσμον εὐπρεπῆ χορηγοῦσι, καὶ τῶν συνουσιῶν ὅπως τυγχάνῃ κατὰ φύσιν φροντίδα ποιοῦνται τὴν μεγίστην, πρὸς δὲ τούτοις ὁμοφύλους θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσι καὶ θεραπεύουσι ταῖς μεγίσταις δαπάναις καὶ λει-