Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/239

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
139
Ι 81. 82. 83.

θανάτου κρίσιν ὑπομένουσιν, ἡγουμένου τοῦ νομοθέτου τῆς ἐκ πολλῶν χρόνων παρατετηρημένης θεραπείας καὶ συντεταγμένης ὑπὸ τῶν ἀρίστων τεχνιτῶν ὀλίγους ἂν γενέσθαι συνετωτέρους.

83  Περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ’ Αἴγυπτον εἰκότως φαίνεται πολλοῖς παράδοξον τὸ γινόμενον καὶ ζητήσεως ἄξιον. σέβονται γὰρ ἔνια τῶν ζῴων Αἰγύπτιοι καθ’ ὑπερβολὴν οὐ ζῶντα μόνον, ἀλλὰ καὶ τελευτήσαντα, οἷον αἰλούρους καὶ τοὺς ἰχνεύμονας καὶ κύνας, ἔτι δ’ ἱέρακας καὶ τὰς καλουμένας παρ’ αὐτοῖς ἴβεις, πρὸς δὲ τούτοις τούς τε λύκους καὶ τοὺς κροκοδείλους καὶ ἕτερα τοιαῦτα πλείω, περὶ ὧν τὰς αἰτίας ἀποδιδόναι πειρασόμεθα, βραχέα πρότερον ὑπὲρ αὐτῶν διελθόντες. πρῶτον μὲν γὰρ ἑκάστῳ γένει τῶν σεβασμοῦ τυγχανόντων ζῴων ἀφιέρωται χώρα φέρουσα πρόσοδον ἀρκοῦσαν εἰς ἐπιμέλειαν καὶ τροφὴν αὐτῶν· ποιοῦνται δὲ καὶ θεοῖς τισιν εὐχὰς ὑπὲρ τῶν παίδων οἱ κατ’ Αἴγυπτον τῶν ἐκ τῆς νόσου σωθέντων· ξυρήσαντες γὰρ τὰς τρίχας καὶ πρὸς ἀργύριον ἢ χρυσίον στήσαντες διδόασι τὸ νόμισμα τοῖς ἐπιμελομένοις τῶν προειρημένων ζῴων. οἱ δὲ τοῖς μὲν ἱέραξι κρέα κατατέμνοντες καὶ προσκαλούμενοι μεγάλῃ τῇ φωνῇ πετομένοις ἀναρρίπτουσι, μέχρι ἂν δέξωνται, τοῖς δ’ αἰλούροις καὶ τοῖς ἰχνεύμοσι καταθρύπτοντες τοὺς ἄρτους εἰς γάλα καὶ ποππύζοντες παρατιθέασιν ἢ τῶν ἰχθύων τῶν ἐκ τοῦ Νείλου κατατέμνοντες ὠμῶς σιτίζουσιν·