Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/225

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
125
Ι 72. 73.

τῆς ἀστρολογίας καὶ τῆς ἱεροσκοπίας τὰ μέλλοντα προσημαίνοντες, ἐκ δὲ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων τὰς ὠφελῆσαι δυναμένας παραναγινώσκοντες. οὐ γάρ, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, εἷς ἀνὴρ ἢ μία γυνὴ τὴν ἱερωσύνην παρείληφεν, ἀλλὰ πολλοὶ περὶ τὰς τῶν θεῶν θυσίας καὶ τιμὰς διατρίβουσι, καὶ τοῖς ἐκγόνοις τὴν ὁμοίαν τοῦ βίου προαίρεσιν παραδιδόασιν. εἰσὶ δὲ οὗτοι πάντων τε ἀτελεῖς καὶ δευτερεύοντες μετὰ τὸν βασιλέα ταῖς τε δόξαις καὶ ταῖς ἐξουσίαις. τὴν δὲ δευτέραν μοῖραν οἱ βασιλεῖς παρειλήφασιν εἰς προσόδους, ἀφ’ ὧν εἴς τε τοὺς πολέμους χορηγοῦσι καὶ τὴν περὶ αὑτοὺς λαμπρότητα διαφυλάττουσι, καὶ τοὺς μὲν ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν τιμῶσι, τοὺς δ’ ἰδιώτας διὰ τὴν ἐκ τούτων εὐπορίαν οὐ βαπτίζουσι ταῖς εἰσφοραῖς. τὴν δὲ μερίδα τὴν τελευταίαν ἔχουσιν οἱ μάχιμοι καλούμενοι καὶ πρὸς τὰς λειτουργίας τὰς εἰς τὴν στρατείαν ὑπακούοντες, ἵν’ οἱ κινδυνεύοντες εὐνούστατοι τῇ χώρᾳ διὰ τὴν κληρουχίαν ὄντες προθύμως ἐπιδέχωνται τὰ συμβαίνοντα κατὰ τοὺς πολέμους δεινά. ἄτοπον γὰρ ἦν τὴν μὲν τῶν ἁπάντων σωτηρίαν τούτοις ἐπιτρέπειν, ὑπὲρ οὗ δὲ ἀγωνιοῦνται μηδὲν αὐτοῖς ὑπάρχειν κατὰ τὴν χώραν σπουδῆς ἄξιον· τὸ δὲ μέγιστον, εὐπορουμένους αὐτοὺς ῥᾳδίως τεκνοποιήσειν, καὶ διὰ τοῦτο τὴν πολυανθρωπίαν κατασκευάσειν, ὥστε μὴ προσδεῖσθαι ξενικῆς δυνάμεως τὴν χώραν. ὁμοίως δ’ οὗτοι τὴν τάξιν ταύτην ἐκ προγόνων δια-