Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/221

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
121
Ι 70. 71.

συμφερούσας καὶ πράξεις ἐκ τῶν ἱερῶν βίβλων τῶν ἐπιφανεστάτων ἀνδρῶν, ὅπως ὁ τῶν ὅλων τὴν ἡγεμονίαν ἔχων τὰς καλλίστας προαιρέσεις τῇ διανοίᾳ θεωρήσας οὕτω πρὸς τὴν τεταγμένην τῶν κατὰ μέρος τρέπηται διοίκησιν. οὐ γὰρ μόνον τοῦ χρηματίζειν ἢ χρίνειν ἦν καιρὸς ὡρισμένος, ἀλλὰ καὶ τοῦ περιπατῆσαι καὶ λούσασθαι καὶ κοιμηθῆναι μετὰ τῆς γυναικὸς καὶ καθόλου τῶν κατὰ τὸν βίον πραττομένων ἁπάντων. τροφαῖς δ´ ἔθος ἦν αὐτοῖς ἁπαλαῖς χρῆσθαι, κρέα μὲν μόσχων καὶ χηνῶν μόνων προσφερομένους, οἴνου δὲ τακτόν τι μέτρον πίνοντας μὴ δυνάμενον πλησμονὴν ἄκαιρον ἢ μέθην περιποιῆσαι. καθόλου δὲ τὰ περὶ τὴν δίαιταν οὕτως ὑπῆρχε συμμέτρως διατεταγμένα ὥστε δοκεῖν μὴ νομοθέτην, ἀλλὰ τὸν ἄριστον τῶν ἰατρῶν συντεταχέναι τῆς ὑγιείας στοχαζόμενον. 71  παραδόξου δ’ εἶναι δοκοῦντος τοῦ μὴ πᾶσαν ἔχειν ἐξουσίαν τὸν βασιλέα τῆς καθ’ ἡμέραν τροφῆς, πολλῷ θαυμασιώτερον ἦν τὸ μήτε δικάζειν μήτε χρηματίζειν τὸ τυχὸν αὐτοῖς ἐξεῖναι, μηδὲ τιμωρήσασθαι μηδένα δι’ ὕβριν ἢ διὰ θυμὸν ἤ τινα ἄλλην αἰτίαν ἄδικον, ἀλλὰ καθάπερ οἱ περὶ ἑκάστων κείμενοι νόμοι προσέταττον. ταῦτα δὲ κατὰ τὸ ἔθος πράττοντες οὐχ ὅπως ἠγανάκτουν ἢ προσέκοπτον ταῖς ψυχαῖς, ἀλλὰ τοὐναντίον ἡγοῦντο ἑαυτοὺς ζῆν βίον μακαριώτατον· τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἐνόμιζον ἀλογίστως τοῖς φυσικοῖς πάθεσι