Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/202

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
102
DIODORI SICULI

τὸν θεὸν τὸν ἐν Ἡλιουπόλει καὶ γυναικὸς οὔρῳ νίζεσθαι τὸ πρόσωπον ἥτις ἑτέρου πεῖραν ἀνδρὸς οὐκ εἴληφε, τῶν μὲν γυναικῶν ἀπὸ τῆς ἰδίας ἀρξάμενος καὶ πολλὰς ἐξετάσας οὐδεμίαν εὗρεν ἀδιάφθορον πλὴν κηπουροῦ τινος, ἣν ὑγιὴς γενόμενος ἔγημε· τὰς δ’ ἄλλας ζώσας ἐν κώμῃ τινὶ κατέκαυσεν, ἣν Αἰγύπτιοι διὰ τὸ σύμπτωμα τοῦτο προσηγόρευσαν ἱερὰν βῶλον· τῷ δ’ ἐν Ἡλιουπόλει θεῷ τὰς χάριτας ἀπονέμων τῆς εὐεργεσίας κατὰ τὸν χρησμὸν ὀβελίσκους ἀνέθηκε δύο μονολίθους, τὸ μὲν πλάτος ὀκτώ, τὸ δὲ μῆκος πηχῶν ἑκατόν.

60  Μετὰ δὲ τοῦτον τὸν βασιλέα συχνοὶ τῶν διαδεξαμένων τὴν ἀρχήν τινες οὐδὲν ἔπραξαν ἀναγραφῆς ἄξιον. πολλαῖς δ’ ὕστερον γενεαῖς Ἄμασις γενόμενος βασιλεὺς ἦρχε τῶν ὄχλων βιαιότερον· πολλοὺς μὲν γὰρ παρὰ τὸ δίκαιον ἐτιμωρεῖτο, συχνοὺς δὲ τῶν οὐσιῶν ἐστέρισκε, πᾶσι δ’ ὑπεροπτικῶς καὶ κατὰ πᾶν ὑπερηφάνως προσεφέρετο. μέχρι μὲν οὖν τινος οἱ πάσχοντες ἐκαρτέρουν, οὐ δυνάμενοι κατ’ οὐδένα τρόπον ἀμύνασθαι τοὺς πλέον ἰσχύοντας· ἐπεὶ δ’ Ἀκτισάνης ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐστράτευσεν ἐπ’ αὐτόν, τότε τοῦ μίσους καιρὸν λαβόντος ἀπέστησαν οἱ πλεῖστοι. διόπερ ῥᾳδίως αὐτοῦ χειρωθέντος ἡ μὲν Αἴγυπτος ἔπεσεν ὑπὸ τὴν τῶν Αἰθιόπων βασιλείαν, ὁ δ’ Ἀκτισάνης ἀνθρωπίνως ἐνέγκας τὴν εὐτυχίαν ἐπιεικῶς προσεφέρετο τοῖς ὑποτεταγμένοις· ὅτε δὴ καὶ συνετέλεσεν ἴδιόν