Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/163

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
63
Ι 36. 37.

μὲν περὶ τούτων ἀποδιδόναι λόγον, ἠκολουθηκὼς δὲ ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται· Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατ’ Αἴγυπτον· οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτ’ ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον. καὶ διεσφάλησαν οὗτοι πάντες οὐ διὰ τὴν ἀμέλειαν, ἀλλὰ διὰ τὴν τῆς χώρας ἰδιότητα. ἀπὸ γὰρ τῶν ἀρχαίων χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος οὐχ ὅπως τινὲς τῶν Ἑλλήνων ὑπερέβαλον εἰς Αἰθιοπίαν, ἀλλ’ οὐδὲ μέχρι τῶν ὅρων τῆς Αἰγύπτου προσανέβησαν· οὕτως ἄξενα πάντα ἦν τὰ περὶ τοὺς τόπους τούτους καὶ παντελῶς ἐπικίνδυνα· τοῦ δὲ προειρημένου βασιλέως μεθ’ Ἑλληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν πρώτου στρατεύσαντος ἐπεγνώσθη τὰ κατὰ τὴν χώραν ταύτην ἀκριβέστερον ἀπὸ τούτων τῶν χρόνων. τῆς μὲν οὖν τῶν προτέρων συγγραφέων ἀγνοίας τοιαύτας τὰς αἰτίας συνέβη γενέσθαι· τὰς δὲ πηγὰς τοῦ Νείλου, καὶ τὸν τόπον ἐξ οὗ λαμβάνει τὴν ἀρχὴν τοῦ ῥεύματος, ἑορακέναι μὲν μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων οὐδεὶς εἴρηκεν οὐδ’ ἀκοὴν ἀπεφήνατο παρὰ τῶν ἑορακέναι διαβεβαιουμένων. διὸ καὶ τοῦ πράγματος εἰς ὑπόνοιαν καὶ καταστοχασμὸν πιθανὸν καταντῶντος, οἱ μὲν κατ’ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασιν αὐτὸν τὴν σύστασιν λαμβάνειν, ὑγιὲς μὲν οὐδὲν λέγοντες, ἀπορίᾳ δὲ τὴν ἀπορίαν λύοντες καὶ λόγον