ἀκούσασι παντελῶς ἄπιστον. τῶν γὰρ ἄλλων ποταμῶν ἁπάντων περὶ τὰς θερινὰς τροπὰς ἐλαττουμένων καὶ κατὰ τὸν ἑξῆς χρόνον τοῦ θέρους ἀεὶ μᾶλλον ταπεινουμένων, οὗτος μόνος τότε τὴν ἀρχὴν λαβὼν τῆς πληρώσεως ἐπὶ τοσοῦτον αὔξεται καθ’ ἡμέραν ὥστε τὸ τελευταῖον πᾶσαν σχεδὸν ἐπικλύζειν τὴν Αἴγυπτον. ὡσαύτως δὲ πάλιν εἰς τοὐναντίον μεταβαλὼν τὸν ἴσον χρόνον καθ’ ἡμέραν ἐκ τοῦ κατ’ ὀλίγον ταπεινοῦται, μέχρι ἂν εἰς τὴν προϋπάρξασαν ἀφίκηται τάξιν. καὶ τῆς μὲν χώρας οὔσης πεδιάδος, τῶν δὲ πόλεων καὶ τῶν κωμῶν, ἔτι δὲ τῶν ἀγροικιῶν κειμένων ἐπὶ χειροποιήτων χωμάτων, ἡ πρόσοψις ὁμοία γίνεται ταῖς Κυκλάσι νήσοις. τῶν δὲ χερσαίων θηρίων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ περιληφθέντα διαφθείρεται βαπτιζόμενα, τινὰ δ’ εἰς τοὺς μετεωροτέρους ἐκφεύγοντα τόπους διασώζεται, τὰ δὲ βοσκήματα κατὰ τὸν τῆς ἀναβάσεως χρόνον ἐν ταῖς κώμαις καὶ ταῖς ἀγροικίαις διατρέφεται, προπαρασκευαζομένης αὐτοῖς τῆς τροφῆς. οἱ δ’ ὄχλοι πάντα τὸν τῆς πληρώσεως χρόνον ἀπολελυμένοι τῶν ἔργων εἰς ἄνεσιν τρέπονται, συνεχῶς ἑστιώμενοι καὶ πάντων τῶν πρὸς ἡδονὴν ἀνηκόντων ἀνεμποδίστως ἀπολαύοντες. διὰ δὲ τὴν ἀγωνίαν τὴν ἐκ τῆς ἀναβάσεως τοῦ ποταμοῦ γινομένην κατεσκεύασται Νειλοσκοπεῖον ὑπὸ τῶν βασιλέων ἐν τῇ Μέμφει· ἐν τούτῳ δὲ τὴν ἀνάβασιν ἀκριβῶς ἐκμετροῦντες οἱ τὴν τούτου διοίκησιν ἔχοντες ἐξαποστέλλουσιν εἰς τὰς πόλεις ἐπιστολάς, δια-
Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/161
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
61
Ι 36.