Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/155

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
55
Ι 33. 34.

Βολβίτινον, καὶ τελευταῖον Κανωβικόν, ὅ τινες Ἡρακλεωτικὸν ὀνομάζουσιν. ἔστι δὲ καὶ ἕτερα στόματα χειροποίητα, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν. ἐφ’ ἑκάστῳ δὲ πόλις τετείχισται διαιρουμένη τῷ ποταμῷ καὶ καθ’ ἑκάτερον μέρος τῆς ἐκβολῆς ζεύγμασι καὶ φυλακαῖς εὐκαίροις διειλημμένη. ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ στόματος διῶρύξ ἐστι χειροποίητος εἰς τὸν Ἀράβιον κόλπον καὶ τὴν Ἐρυθρὰν θάλατταν. ταύτην δ’ ἐπεβάλετο πρῶτος κατασκευάζειν Νεκῶς ὁ Ψαμμητίχου, μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Πέρσης, καὶ προκόψας τοῖς ἔργοις ἕως τινὸς τὸ τελευταῖον εἴασεν αὐτὴν ἀσυντέλεστον· ἐδιδάχθη γὰρ ὑπό τινων ὅτι διορύξας τὸν ἰσθμὸν αἴτιος ἔσται τοῦ κατακλυσθῆναι τὴν Αἴγυπτον· μετεωροτέραν γὰρ ἀπεδείκνυον ὑπάρχειν τῆς Αἰγύπτου τὴν Ἐρυθρὰν θάλατταν. ὕστερον δὲ ὁ δεύτερος Πτολεμαῖος συνετέλεσεν αὐτήν, καὶ κατὰ τὸν ἐπικαιρότατον τόπον ἐμηχανήσατό τι φιλότεχνον διάφραγμα. τοῦτο δ’ ἐξήνοιγεν, ὁπότε βούλοιτο διαπλεῦσαι, καὶ ταχέως πάλιν συνέκλειεν, εὐστόχως ἐκλαμβανομένης τῆς χρείας. ὁ δὲ διὰ τῆς διώρυχος ταύτης ῥέων ποταμὸς ὀνομάζεται μὲν ἀπὸ τοῦ κατασκευάσαντος Πτολεμαῖος, ἐπὶ δὲ τῆς ἐκβολῆς πόλιν ἔχει τὴν προσαγορευομένην Ἀρσινόην.

34  Τὸ δ’ οὖν Δέλτα τῇ Σικελίᾳ τῷ σχήματι παραπλήσιον ὑπάρχον τῶν μὲν πλευρῶν ἑκατέραν ἔχει σταδίων ἑπτακοσίων καὶ πεντήκοντα, τὴν δὲ βάσιν θαλάττῃ προσκλυζομένην σταδίων χιλίων καὶ τρια-