Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/149

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
49
Ι 29. 30.

τελματώδη τὰ προσαγορευόμενα Βάραθρα. ἔστι γὰρ ἀνὰ μέσον τῆς Κοίλης Συρίας καὶ τῆς Αἰγύπτου λίμνη τῷ μὲν πλάτει στενὴ παντελῶς, τῷ δὲ βάθει θαυμάσιος, τὸ δὲ μῆκος ἐπὶ διακοσίους παρήκουσα σταδίους, ἣ προσαγορεύεται μὲν Σερβωνίς, τοῖς δ’ ἀπείροις τῶν προσπελαζόντων ἀνελπίστους ἐπιφέρει κινδύνους. στενοῦ γὰρ τοῦ ῥεύματος ὄντος καὶ ταινίᾳ παραπλησίου, θινῶν τε μεγάλων πάντῃ περικεχυμένων, ἐπειδὰν νότοι συνεχεῖς πνεύσωσιν, ἐπισείεται πλῆθος ἅμμου. αὕτη δὲ τὸ μὲν ὕδωρ κατὰ τὴν ἐπιφάνειαν ἄσημον ποιεῖ, τὸν δὲ τῆς λίμνης τύπον συμφυῆ τῇ χέρσῳ καὶ κατὰ πᾶν ἀδιάγνωστον. διὸ καὶ πολλοὶ τῶν ἀγνοούντων τὴν ἰδιότητα τοῦ τόπου μετὰ στρατευμάτων ὅλων ἠφανίσθησαν τῆς ὑποκειμένης ὁδοῦ διαμαρτόντες. ἡ μὲν γὰρ ἅμμος ἐκ τοῦ κατ’ ὀλίγον πατουμένη τὴν ἔνδοσιν λαμβάνει, καὶ τοὺς ἐπιβάλλοντας ὥσπερ προνοίᾳ τινὶ πονηρᾷ παρακρούεται, μέχρι ἂν ὅτου λαβόντες ὑπόνοιαν τοῦ συμβησομένου βοηθήσωσιν ἑαυτοῖς, οὐκ οὔσης ἔτι φυγῆς οὐδὲ σωτηρίας. ὁ γὰρ ὑπὸ τοῦ τέλματος καταπινόμενος οὔτε νήχεσθαι δύναται, παραιρουμένης τῆς ἰλύος τὴν τοῦ σώματος κίνησιν, οὔτ’ ἐκβῆναι κατισχύει, μηδὲν ἔχων στερέμνιον εἰς ἐπίβασιν· μεμιγμένης γὰρ τῆς ἅμμου τοῖς ὑγροῖς, καὶ διὰ τοῦτο τῆς ἑκατέρων φύσεως ἠλλοιωμένης, συμβαίνει τὸν τόπον μήτε πορευτὸν εἶναι μήτε πλωτόν. διόπερ οἱ τοῖς μέρεσι τούτοις ἐπιβάλλοντες φερόμενοι πρὸς τὸν βυθὸν οὐδεμίαν ἀντίληψιν