Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/137

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
37
Ι 22. 23.

ρούσης. Κάδμον δ’ αἰσθόμενον τὸ γεγονός, καὶ χρησμὸν ἔχοντα διατηρεῖν τὰ τῶν πατέρων νόμιμα, χρυσῶσαί τε τὸ βρέφος καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ὡς ἐπιφανείας τινὸς κατ’ ἀνθρώπους Ὀσίριδος γεγενημένης. ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον· διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδμου Σεμέλη τέτοκεν ἐκ Διὸς Ὄσιριν. ἐν δὲ τοῖς ὕστερον χρόνοις Ὀρφέα, μεγάλην ἔχοντα δόξαν παρὰ τοῖς Ἕλλησιν ἐπὶ μελῳδίᾳ καὶ τελεταῖς καὶ θεολογίαις, ἐπιξενωθῆναι τοῖς Καδμείοις καὶ διαφερόντως ἐν ταῖς Θήβαις τιμηθῆναι. μετεσχηκότα δὲ τῶν παρ’ Αἰγυπτίοις θεολογουμένων μετενεγκεῖν τὴν Ὀσίριδος τοῦ παλαιοῦ γένεσιν ἐπὶ τοὺς νεωτέρους χρόνους, χαριζόμενον δὲ τοῖς Καδμείοις ἐνστήσασθαι καινὴν τελετήν, καθ’ ἣν παραδοῦναι τοῖς μυουμένοις ἐκ Σεμέλης καὶ Διὸς γεγεννῆσθαι τὸν Διόνυσον. τοὺς δ’ ἀνθρώπους τὰ μὲν διὰ τὴν ἄγνοιαν ἐξαπατωμένους, τὰ δὲ διὰ τὴν Ὀρφέως ἀξιοπιστίαν καὶ δόξαν ἐν τοῖς τοιούτοις προσέχοντας, τὸ δὲ μέγιστον ἡδέως προσδεχομένους τὸν θεὸν Ἕλληνα νομιζόμενον, καθάπερ προείρηται, χρήσασθαι ταῖς τελεταῖς. ἔπειτα παραλαβόντων τῶν μυθογράφων καὶ ποιητῶν τὸ γένος, ἐμπεπλῆσθαι τὰ θέατρα, καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι.

Καθόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσθαι τοὺς