Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/134

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
34
DIODORI SICULI

τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι πρὸς τὰς τῶν θεῶν θεραπείας τε καὶ λειτουργίας. τοὺς δ’ ἱερεῖς λέγεται, μνημονεύοντας τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῇ παρακαλούσῃ βουλομένους χαρίζεσθαι, πρὸς δὲ τούτοις τῷ λυσιτελεῖ προκληθέντας, πάντα πρᾶξαι κατὰ τὴν Ἴσιδος ὑποθήκην. διὸ καὶ μέχρι τοῦ νῦν ἑκάστους τῶν ἱερέων ὑπολαμβάνειν παρ´ ἑαυτοῖς τεθάφθαι τὸν Ὄσιριν, καὶ τά τε ἐξ ἀρχῆς καθιερωθέντα ζῷα τιμᾶν, καὶ τελευτησάντων αὐτῶν ἐν ταῖς ταφαῖς ἀνανεοῦσθαι τὸ τοῦ Ὀσίριδος πένθος. τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις· ταῦτα γὰρ τὰ ζῷα τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι μάλιστα πρός τε τὸν σπόρον καὶ τὰς κοινὰς ἁπάντων ἐκ τῆς γεωργίας ὠφελείας.

22  Τὴν δὲ Ἶσίν φασι μετὰ τὴν Ὀσίριδος τελευτὴν ὀμόσαι μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξεσθαι, διατελέσαι δὲ τὸν λοιπὸν τοῦ βίου χρόνον βασιλεύουσαν νομιμώτατα καὶ ταῖς εἰς τοὺς ἀρχομένους εὐεργεσίαις ἅπαντας ὑπερβαλλομένην. ὁμοίως δὲ καὶ ταύτην μεταστᾶσαν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν, ὅπου δείκνυται μέχρι τοῦ νῦν ὁ σηκός, ὑπάρχων ἐν τῷ τεμένει τοῦ Ἡφαίστου. ἔνιοι δέ φασιν οὐκ ἐν Μέμφει κεῖσθαι τὰ σώματα τούτων τῶν θεῶν, ἀλλ’ ἐπὶ