Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/121

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
21
Ι 11. 12.

παρ’ ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.

οἱ γὰρ Αἰγύπτιοι νομίζουσιν Ὠκεανὸν εἶναι τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι· τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας, οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων. τὸν δ’ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα νομίσαι ταύτην, καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι ταύτην γενέσθαι. ὠνομάσθαι δὲ αὐτὴν Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ’ ἐνιαυτόν, ἔαρος καὶ θέρους καὶ χειμῶνος. λέγεσθαι δ’ αὐτὴν καὶ Γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον, ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἔχειν γλαυκούς· τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν· ἀλλ’ ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσθαι, φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ’ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας· καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δυνατόν, εἴπερ