Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Διοδώρου βίβλων.
Προοίμιον τῆς ὅλης πραγματείας.
Περὶ τῶν παρ´ Αἰγυπτίοις λεγομένων περὶ τῆς τοῦ κόσμου γενέσεως.
Περὶ τῶν θεῶν ὅσοι πόλεις ἔκτισαν κατ´ Αἴγυπτον.
Περὶ τῶν πρώτων γενομένων ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου.
Περὶ τῆς τῶν ἀθανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς.
Περὶ τῆς τοποθεσίας τῆς κατ´ Αἴγυπτον χώρας καὶ τῶν περὶ τὸν Νεῖλον ποταμὸν παραδοξολογουμένων, τῆς τε τούτου πληρώσεως τὰς αἰτίας καὶ τῶν ἱστορικῶν καὶ φιλοσόφων ἀποφάσεις.
Περὶ τῶν πρώτων γενομένων κατ´ Αἴγυπτον βασιλέων καὶ τῶν κατὰ μέρος αὐτῶν πράξεων.
Περὶ κατασκευῶν τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
Περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων.
Περὶ τῶν ἀφιερωμένων ζῴων παρ´ Αἰγυπτίοις.
Περὶ τῶν νομίμων τῶν περὶ τοὺς τετελευτηκότας παρ´ Αἰγυπτίοις γενομένων.
Περὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.