Μετάβαση στο περιεχόμενο

Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/151

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐψηφίσατο θεὸν τὸν Ἀλέξανδρον τρισκαιδέκατον. τῆς δὲ ἀσεβείας ὁ δῆμος τὸ ὑπερβάλλον μὴ ἐνεγκών, ζημίαν ἐτιμήσαντο τῷ Δημάδῃ ταλάντων ἑκατόν, ὅτι θνητὸν δὴ τὸν Ἀλέξανδρον ὄντα ἐνέγραψε τοῖς Ὀλυμπίοις.

13 Ἠσαν δὲ ἄρα Ἀθηναῖοι δεινῶς ἐς τὰς πολιτείας εὐτράπελοι καὶ ἐπιτήδειοι πρὸς τὰς μεταβολὰς παντὸς μᾶλλον. βασιλείαν μὲν γὰρ ἤνεγκαν σωφρόνως ἐπὶ Κέκροπος καὶ Ἐρεχθέως καὶ Θησέως καὶ τῶν Κοδριδῶν κάτω, τυραννίδος δὲ ἐπειράθησαν ἐπὶ τῶν Πεισιστρατιδῶν, ἀριστοκρατίᾳ δὲ ἐχρήσαντο μέχρι τῶν τετρακοσίων· εἶτα ὕστερον δέκα τῶν πολιτῶν καθ᾽ ἕκαστον ἔτος ἦρχον τῆς πόλεως, τελευταῖον δὲ ἐγένετο ἀναρχία περὶ τὴν τῶν τριάκοντα κατάστασιν. ταύτην δὲ τὴν οὕτως ἀγχίστροφον μεταβολὴν τοῦ τρόπου εἰ ἐπαινεῖν χρή, ἀλλὰ ἔγωγε τοῦτο οὐκ οἶδα.

14 Νόμος καὶ οὗτος Ἀττικός. ὃς ἂν ἀτάφῳ περιτύχῃ σώματι ἀνθρώπου, πάντως ἐπιβάλλειν αὐτῷ γῆν, θάπτειν δὲ πρὸς δυσμὰς βλέποντας. καὶ τοῦτο δὲ ἦν φυλαττόμενον παρ᾽ αὐτοῖς. βοῦν ἀρότην καὶ ὑπὸ ζυγὸν πονήσαντα σὺν ἀρότρῳ ἢ καὶ σὺν τῇ ἁμάξῃ, μηδὲ τοῦτον θύειν, ὅτι καὶ οὗτος εἴη ἂν γεωργὸς καὶ τῶν ἐν ἀνθρώποις καμάτων κοινωνός.

15 Ὅτι δικαστήρια ἦν Ἀττικὰ περὶ μὲν τῶν ἐκ προνοίας ἀποκτεινάντων ἐν Ἀρείῳ πάγῳ, περὶ δὲ τῶν ἀκουσίως ἐπὶ Παλλαδίῳ· περὶ δὲ τῶν κτεῖναι μὲν ὁμολογούντων, ἀμφισβητούντων δὲ ὅτι δικαίως, ἐπὶ Δελφινίῳ ἐγίνοντο αἱ εὐθύναι.

16 Ὅτι ἐκ τοῦ τῆς Ἀρτέμιδος στεφάνου πέταλον χρυσοῦν ἐκπεσὸν ἀνείλετο παιδίον, οὐ μὴν ἔλαθεν. οἱ οὖν δικασταὶ παίγνια καὶ ἀστραγάλους προύθηκαν τῷ παιδὶ καὶ τὸ πέταλον· ὃ δὲ καὶ αὖθις ἐπὶ τὸν χρυσὸν