τιμῶντες αὐτὸν τὴν μὲν Βριάρεω μνήμην παρ᾽ οὐδὲν ἐποιήσαντο, Ἡρακλείους δὲ προσηγόρευσαν.
4 Ὅτι ἀναθῆλαι λόγος ἐστὶ Δήλιος φυτὰ ἐν Δήλῳ ἐλαίαν καὶ φοίνικα, ὧν ἁψαμένην τὴν Λητὼ εὐθὺς ἀποκυῆσαι, τέως οὐ δυναμένην τοῦτο δρᾶσαι.
5 Ἐπαμεινώνδας ἕνα εἶχε τρίβωνα, καὶ αὐτὸν ῥυπῶντα· εἴ ποτε δὲ αὐτὸν ἔδωκεν ἐς γναφεῖον, αὐτὸς ὑπέμενεν οἴκοι δι᾽ ἀπορίαν ἑτέρου. ἐν δὴ τούτοις τῆς περιουσίας ὤν, τοῦ Περσῶν βασιλέως πέμψαντος αὐτῷ πολὺ χρυσίον, οὐ προσήκατο· καὶ εἴ τι ἐγὼ νοῶ, μεγαλοφρονέστερος ἦν τοῦ διδόντος ὁ μὴ λαβών.
6 Ἄξιον δὲ καὶ τὸ Καλανοῦ τοῦ Ἰνδοῦ τέλος ἐπαινέσαι· ἄλλος δ᾽ ἂν εἶπεν ὅτι καὶ ἀγασθῆναι. ἐγένετο δὲ τοιοῦτον. Καλανὸς ὁ Ἰνδῶν σοφιστὴς μακρὰ χαίρειν φράσας Ἀλεξάνδρῳ καὶ Μακεδόσι καὶ τῷ βίῳ, ὅτε ἐβουλήθη ἀπολῦσαι αὑτὸν ἐκ τῶν τοῦ σώματος δεσμῶν, ἐνένηστο μὲν ἡ πυρὰ ἐν τῷ καλλίστῳ προαστείῳ τῆς Βαβυλῶνος, καὶ ἦν τὰ ξύλα αὖα καὶ πρὸς εὐωδίαν εὖ μάλα ἐπίλεκτα κέδρου καὶ θύου καὶ κυπαρίττου καὶ μυρσίνης καὶ δάφνης· αὐτὸς δὲ γυμνασάμενος γυμνάσιον τὸ εἰωθός (ἦν δὲ αὐτὸ δρόμος), ἀνελθὼν ἐπὶ μέσης τῆς πυρᾶς ἔστη ἐστεφανωμένος καλάμου κόμῃ. καὶ ὁ μὲν ἥλιος αὐτὸν προσέβαλλεν, ὃ δὲ αὐτὸν προσεκύνει, καὶ τοῦτο ἦν τὸ σύνθημα ἐς τὸ ἐξάπτειν τὴν πυρὰν τοῖς Μακεδόσι. καὶ τὸ μὲν δέδρατο, ὃ δὲ περιληφθεὶς ὑπὸ τῆς φλογὸς ἀτρέπτως εἱστήκει, καὶ οὐ πρότερον ἀνετράπη πρὶν ἢ διελύθη. ἐνταῦθά φασιν ἐκπλαγῆναι καὶ τὸν Ἀλέξανδρον καὶ εἰπεῖν ὅτι μείζονας ἀντιπάλους αὐτοῦ Καλανὸς κατηγωνίσατο. ὃ μὲν γὰρ πρὸς Πῶρον καὶ Ταξίλην καὶ Δαρεῖον διήθλησεν, ὁ δὲ Καλανὸς πρὸς τὸν πόνον καὶ τὸν θάνατον.