φοβηθεὶς ὁ κιθαρῳδὸς σὺν αὐτῇ στολῇ κατέφυγεν ἐς τὸν τῆς Ἥρας βωμόν· οἳ δὲ οὐδὲ ἐνταῦθα ἐφείσαντο τοῦ κιθαρῳδοῦ. ὀλίγῳ δὲ ὕστερον αἷμα ἐδόκει ἐν τῷ τῆς Ἥρας νεῷ ἀναβρύειν οὐδὲν ἔλαττον πηγῆς ἀενάου, Συβαρῖται δὲ ἔπεμψαν ἐς Δελφούς. ἡ δὲ Πυθία ἀπεκρίνατο
βαῖν᾽ ἀπ᾽ ἐμῶν τριπόδων, ἔτι τοι φόνος ἀμφὶ χέρεσσι
πουλὺς ἀποστάζων ἀπὸ λαΐνου οὐδοῦ ἐρύκει.
οὔ σε θεμιστεύσω· Μουσῶν θεράποντα κατέκτας
Ἥρης πρὸς βωμοῖσι, θεῶν τίσιν οὐκ ἀλεείνας.
τοῖς δὲ κακῶς ῥέξασι δίκης τέλος οὐχὶ χρονιστὸν
οὐδὲ παραιτητόν, οὐδ᾽ εἰ Διὸς ἔγγονοι εἶεν·
ἀλλ᾽ αὐτῶν κεφαλῇσι καὶ ἐν σφετέροισι τέκεσσιν
εἱλεῖται, καὶ πῆμα δόμοις ἐπὶ πήματι βαίνει.
ἡ δὲ δίκη οὐκ ἐβράδυνε· Κροτωνιάταις γὰρ ἐναντία ὅπλα θέμενοι ἀνάστατοι ὑπ᾽ ἐκείνων ἐγένοντο, καὶ ἡ πόλις αὐτῶν ἠφανίσθη.
44 Νεανίσκοι τρεῖς ἐς Δελφοὺς ἀφικόμενοι θεωροὶ συμπολῖται κακούργοις περιτυγχάνουσιν. ὁ οὗν εἷς ἀπέδρα τοὺς λῃστάς, ὁ δὲ δεύτερος αὐτῶν συνεπλάκη τῷ λοιπῷ τῶν κακούργων, τῶν ἄλλων προαναλωθέντων, καὶ τοῦ μὲν λῃστοῦ ἥμαρτεν, ὦσε δὲ τὸ ξίφος κατὰ τοῦ φίλου. τῷ ἀποδράντι οὖν ἡ Πυθία ἀνεῖλε τάδε
ἀνδρὶ φίλῳ θνήσκοντι παρὼν πέλας οὐκ ἐβοήθεις.
οὔ σε θεμιστεύσω· περικαλλέος ἔξιθι νηοῦ·
τῷ ἑτέρῳ δὲ
ἔκτεινας τὸν ἑταῖρον ἀμύνων· οὔ σ᾽ ἐμίανεν
αἷμα, πέλεις δὲ χέρας καθαρώτερος ἢ πάρος ἦσθα.