Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/96

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἰσι μεγέθει μέγιστοι, καὶ κητῶν ἐν τοῖς ἀλκιμωτάτοις ἀριθμοῖντο ἄν· γένη δὲ δύο τὰ λοιπά, πηλαῖοιμὲν τὴν φύσιν, προήκουσι δὲ ἐς πῆχυν τὸ μέγεθος. καὶ τούτων οἱ μὲν κατεστιγμένοι καλοῖντο ἂν γαλεοί, κεντρίνας δὲ ὀνομάζων τοὺς λοιποὺς οὐκ ἂν διαμαρτάνοις. οἱ μὲν οὖν ποικίλοι καὶ τὴν δοράν εἰσι μαλακώτεροι καὶ τὴν κεφαλὴν πλατύτεροι· οἱ δὲ ἕτεροι σκληροὶ τὴν δορὰν ὄντες τὴν κεφαλὴν δὲ ἀνήκουσαν ἐς ὀξὺ ἔχοντες τὴν χρόαν ἐς τὸ λευκὸν ἀποκρίνονται. κέντρα δὲ ἄρα αὐτοῖς συμπέφυκε τὸ μὲν κατὰ τὴν λοφιάν, ὡς ἂν εἴποις, τὸ δὲ κατὰ τὴν οὐράν· σκληρὰ δὲ ἄρα τὰ κέντρα καὶ ἀπειθῆ ἐστι, καὶ ἰοῦ τι προσβάλλει. ἁλίσκεται δὲ τῶν κυνῶν τῶν σμικρῶν τῶνδε ἑκάτερον τὸ φῦλον ἐκ τῆς ἰλύος καὶ τοῦ πηλοῦ, καὶ ἡ ἄγρα, εἰπεῖν αὐτὴν οὐ χεῖρόν ἐστι. δέλεαρ αὐτῶν καθιᾶσιν ἰχθὺν λευκὸν ἐκτετμημένον τὴν ῥάχιν. ὅταν τοίνυν εἷς ἁλῷ καὶ τῷ ἀγκίστρῳ περιπέσῃ, πάντες οἱ θεασάμενοι ἐμπηδῶσιν αὐτῷ καὶ κάτωθεν ἑλκομένῳ ἕπονται καὶ μέχρι τῆς νεὼς οὐκ ἀναστελλόμενοι, ὡς εἰκάσαι ζηλοτυπίᾳ δρᾶν ταῦτα αὐτούς, οἷα ἐκείνου τι τῶν ἐς τροφὴν ἑαυτῷ μόνῳ ποθὲν ἀποσυλήσαντος· καὶ ἐς τὴν ναῦν γε αὐτὴν ἐσεπήδησάν τινες πολλάκις, καὶ ἑκόντες ἑάλωσαν.

56 Τῆς τρυγόνος τῆς θαλαττίας τὸ κέντρον ἐστὶν ἀπρόσμαχον. ἐκέντησε γὰρ καὶ ἀπέκτεινε παραχρῆμα, καὶ πεφρίκασιν αὐτῆς τόδε τὸ ὅπλον καὶ οἱ τῶν ἁλιέων δεινοὶ τὰ θαλάττια· οὔτε γὰρ ἄλλος ἰάσεται τὸ τραῦμα οὔτε ἡ τρώσασα· μόνῃ γάρ, ὡς τὸ εἰκός, τῇ Πηλιώτιδι μελίῃ τοῦτο ἐδέδοτο.