Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/75

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐγκρατῶς, ὃ δὲ ἀναπηδᾷ καὶ κυβιστᾷ, καὶ ὡς ὑπὸ τῆς ὀδύνης στρεβλοῦται διελέγχεται· ἀπρὶξ γὰρ ἐμφύντες συνεξαίρονται πηδῶντος. καὶ ὃ μὲν ἀποσείσασθαι καὶ ἀποκροῦσαι σπεύδει αὐτούς, οἳ δὲ οὐκ ἀνιᾶσιν, ἀλλὰ ἐσθίουσι ζῶντα. εἶτα μέντοι ὅ τι ἂν ἕκαστος μέρος ἐκτράγῃ, τοῦτο ἔχων ἀπαλλάττεται· καὶ ὁ δελφὶς ἀσμένως ἀπονήχεται, δαιτυμόνας, ὡς ἂν εἴποις, ἀκλήτους ἑστιάσας σὺν τῇ ἑαυτοῦ ὀδύνῃ ἐκείνους.

6 Γλαύκης ἀκούω τῆς κιθαρῳδοῦ ἐρασθῆναι κύνα· οἳ δὲ οὐ κύνα, ἀλλὰ κριόν· ἄλλοι δὲ χῆνα. καὶ ἐν Σόλοις δὲ τῆς Κιλικίας παιδός, ᾧ ὄνομα ἦν Ξενοφῶν, κύων ἠράσθη· ἄλλου δὲ ὡραίου μειρακίου ἐν Σπάρτῃ κολοιὸς ἐπὶ τῷ εἴδει ἐνόσησεν.

7 Λέγουσι τὸν θῶα τὸ ζῷον φιλανθρωπότατον εἶναι. καὶ ὅταν μέν που περιτύχῃ ἀνθρώπῳ, ἐκτρέπεται αὐτόν, οἷον αἰδούμενος· ὅταν δὲ ἀδικούμενον θεάσηται ὑπ᾽ ἄλλου θηρίου, τὸ τηνικαῦτα ἐπαμύνει αὐτῷ.

8 Νικίας τις τῶν συγκυνηγετούντων ἀπροόπτως παραφερόμενος ἐς ἀνθρακευτῶν κάμινον κατηνέχθη, οἱ δὲ κύνες οἱ σὺν αὐτῷ τοῦτο ἰδόντες οὐκ ἀπέστησαν, ἀλλὰ τὰ μὲν πρῶτα κνυζώμενοι περὶ τὴν κάμινον καὶ ὠρυόμενοι διέτριβον, τὰ δὲ τελευταῖα μονονουχὶ τοὺς παριόντας ἠρέμα καὶ πεφεισμένως κατὰ τῶν ἱματίων δάκνοντες εἶτα εἷλκον ἐπὶ τὸ πάθος, οἷον ἐπικούρους τῷ δεσπότῃ παρακαλοῦντες τοὺς ἀνθρώπους οἱ κύνες. καὶ γοῦν εἷς ὁρῶν τὸ γινόμενον ὑπώπτευσε τὸ συμβάν, καὶ ἠκολούθησε καὶ εὗρε τὸν Νικίαν έν τῇ καμίνῳ καταφλεχθέντα, ἐκ τῶν λειψάνων συμβαλὼν τὸ γενόμενον.

9 Ὁ κηφὴν ὁ ἐν μελίτταις γεννώμενος μεθ᾽ ἡμέραν μὲν ἐν τοῖς ἀνθρηνίοις κατακέκρυπται, νύκτωρ δέ,