Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/499

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φοράν, φαλαγγίων δὲ ἃ καλοῦσι τετράγναθα. τεκεῖν δὲ ἄρα τὰ κακὰ ταῦτά φασιν ἀέρων πονηρίαν. καὶ τέως μὲν ἐγκαρτερεῖν τοὺς ἐκεῖθι τλημόνως τοῦ κακοῦ τὴν προσβολὴν καὶ φιλοπόνως ὑπομείναντας· ἐπεὶ δὲ ἦν παντελῶς ἄμαχον, καὶ διεφθείροντο ἡλικία πᾶσα, εἶτα μέντοι τελευτῶντες ὑπ᾽ ἀπορίας τοῦ ἀμύνασθαι τὴν καταβολὴν τῆς ἐπιδημίας τῆς προειρημένης ἐξέλιπον τὴν χώραν, καὶ ἐρήμην εἴασαν τὴν φίλην πρότερον καὶ πατρίδα ἀρίστην· οὐχ ἁμαρτήσομαι δὲ ἴσως οὐδὲ μητρίδα εἰπὼν τὴν αὐτήν.

41 Μυῶν ἀρουραίων ἐπιφοίτησις καὶ στόλος οὐ μὰ τοὺς θεοὺς χρηστὸς τῶν ἐν Ἰταλίᾳ τινὰς ἐξήλασαν τῆς πατρῴας γῆς, καὶ φυγάδας ἀπέφηναν δίκην αὐχμῶν ἢ κρυμῶν ἤ τινος ἀκαιρίας ὡρῶν ἑτέρας τὰ μὲν λήια κείροντες, διακόπτοντες δὲ τὰς ῥίζας. τῇ Μηδικῇ δὲ ἐπιφοιτήσαντες στρουθῶν φορά, ἐξήλασαν καὶ ἐκεῖνοι τοὺς κατοικοῦντας, διαφθείροντες τὰ σπέρματα καὶ ἀφανίζοντες αὐτά. βάτραχοι δὲ ἡμιτελεῖς πεσόντες ἐξ ἀέρος πολλοὶ Αὐταριάτας μετῴκισαν ἐς χῶρον ἕτερον. καὶ γένος μέντοι Λιβυστινόν, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, ἐπιφοιτησάντων αὐτοῖς λεόντων, εἶτα αὐτοὺς ἀναστῆναι τῆς πατρῴας γῆς ἐξενίκησαν.

42 Ἐν τῇ Βαβυλωνίᾳ γῇ γίνονται μύρμηκες, καὶ ἔχουσι τὸ παιδοποιὸν σῶμα ἐς τοὐπίσω μετεστραμμένον, ἀντίως τοῖς ἄλλοις καὶ ἔμπαλιν.

43 Πάρδαλις Καρικὴ καὶ Λυκιακὴ οὐκ ἔστι μὲν θυμική, οὐδὲ οἵα σφόδρα ἁλτικὴ εἶναι, τὸ σῶμα δὲ μακρά· τιτρωσκομένη δὲ καὶ δόρασι καὶ αἰχμαῖς ἀντίτυπός ἐστι, καὶ οὐ ῥᾳδίως τῷ σιδήρῳ εἴκει, τοῦτο δὴ τὸ Ὁμηρικὸν δρῶσα

ἦ ῥά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει.