Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/362

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀγαθὸν καὶ ἐς τὸν συνοικισμὸν λυσιτελῆ. ἐκπίπτει δὴ λόγιον, ἔνθα ἂν αὐτοῖς οἱ γηγενεῖς πολεμήσωσιν, ἐνταῦθα καταμεῖναι καὶ ἀναστῆσαι πόλιν. οὐκοῦν ἥκουσι μὲν ἐς τὴν Ἁμαξιτὸν τήνδε καὶ στρατοπεδεύουσιν ὥστε ἀναπαύσασθαι, μυῶν δὲ ἄφατόν τι πλῆθος ἐφερπύσαν τά τε ὄχανα αὐτοῖς τῶν ἀσπίδων διέτραγε καὶ τὰς τῶν τόξων νευρὰς διέφαγεν· οἳ δὲ ἄρα συνέβαλον τούτους ἐκείνους εἶναι τοὺς γηγενεῖς, καὶ μέντοι καὶ ἐς ἀπορίαν ἥκοντες τῶν ἀμυντηρίων τόνδε τὸν χῶρον οἰκίζουσι, καὶ Ἀπόλλωνος ἱδρύονται νεὼν Σμινθίου. ἡ μὲν οὖν τῶν μυῶν μνήμη προήγαγεν ἡμᾶς ἐς θεολογίαν τινά, χείρους δὲ αὑτῶν οὐ γεγόναμεν καὶ τοιαῦτα προσακούσαντες.

6 Ἦσαν δὲ ἄρα δελφῖνες καὶ νεκρῶν μνήμονες καὶ τῶν συννόμων ἀπελθόντων τοῦ βίου οὐδαμῶς προδόται. τὸν γοῦν ἑαυτῶν τεθνεῶτα ὑποδύντες εἶτα μέντοι κομίζουσι φοράδην ἐς τὴν γῆν τοῖς ἀνθρώποις πιστεύοντες θάψαι, καὶ Ἀριστοτέλης μαρτυρεῖ τούτῳ· ἕπεται δὲ πλῆθος ἕτερον οἱονεὶ τιμῶντες ἢ καὶ νὴ Δία ὑπερμαχοῦντες, μή ποτε ἄλλο κῆτος ἐπιδράμῃ καὶ τὸν νεκρὸν ἁρπάσαν εἶτα καταδαίσηται. ὅσοι μὲν οὖν εἰσιν ἔνδικοι καὶ τῆς μουσικῆς ἐπαΐοντες, τῆς τῶν δελφίνων φιλομουσίας αἰδοῖ θάπτουσιν αὐτούς· οἱ δὲ ἀπό τε Μουσῶν φασιν ἀπό τε Χαρίτων ἀκηδῶς αὐτῶν ἔχουσι. καὶ δότε συγγνώμην, ὦ δελφῖνες φίλοι, τῇ τῶν ἀνθρώπων ἀγριότητι, εἴγε καὶ Ἀθηναῖοι Φωκίωνα τὸν χρηστὸν ἔρριψαν ἄταφον. καὶ Ὀλυμπιὰς δὲ ἔκειτο γυμνὴ ἡ τεκοῦσα τὸν τοῦ Διός, ὡς ἐκόμπαζέ τε αὐτὴ καὶ ἐκεῖνος ἔλεγε. καὶ τὸν Ῥωμαῖον Πομπήιον τὸν Μέγαν ἐπίκλην ἀποκτείναντες Αἰγύπτιοι τοσαῦτα ἐργασάμενον καὶ νίκας νικήσαντα ἄγαν σεμνὰς καὶ θριαμβεύσαντα τρὶς