Διήγησις παιδιόφραστος περὶ τῶν τετραπόδων,
ἵνα ἀναγινώσκωνται καὶ χρῶνται ταῦτα παῖδες,
οἱ φοιτηταὶ καὶ νεαροὶ, διὰ τὴν εὐνοστίαν·
γέγραπται γὰρ εἰς ἔνώσιν µαθήσεως καὶ πόθου.
ἔχουσιν ὃ᾽ ὅμως ἔννοιαν καὶ βάρος τὰ τοιαῦτα· 5
νόησε µόνον ἀκριβῶς τὴν ἔννοιαν τὴν ἔχουν·
ὅταν τὰ ἔθνη μεθ᾽ ἡμῶν ποιοῦσιν ψευδοαγάπην,
ὑπερθαῤῥοῦντες εἰς ἰσχὺν ἄρδην ἡμᾶς ὀλέσαι,
σώζει ἡμᾶς τὸ δίκαιον καὶ ἀψευδὲς τοῦ ὅρκου.
θεὸς γὰρ νέµει τὴν εὐχὴν ὡς κριτὴς τῶν ἁπάντων. 10
Τῷ ἑξάκις τε χιλιοστῷ ὀκτακοσιοστῷ τε
καὶ πρὸς τὰ ἑβδομήκοντα καὶ ἄλλα τρία ἔτη,
μηνὸς τοῦ σεπτεµβρίου τε τῆς πεντεκαιδεκάτης,
ὁμοῦ πάντα συνήχθησαν τὰ τετράποδα ζώα,
τὰ καθαρὰ καὶ εὔχρηστα ὁμοῦ εἰς ἕναν τόπον, 15
αἱμόβορα καὶ βδελυκτὰ εἰς ἄλλην πεδιάδα.
ἐκάθησεν ὁ βασιλεὺς πάντων τῶν τετραπόδων
Σελίδα:Carmina Graece Medii Aevi, W. Wagner (1874).djvu/163
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΔΙΗΓΗΣΙΣ ΠΑΙΔΙΟΦΡΑΣΤΟΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΖΩΩΝ.