Μετάβαση στο περιεχόμενο

Σελίδα:Archimedis opera omnia, II (1881).djvu/466

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
452
ΠΡΟΒΛΗΜΑ ΒΟΕΙΚΟΝ.

20 αὐτὰρ κυάνεαι τῷ τετράτῳ τε πάλιν
μικτοχρόων καὶ πέμπτῳ ὁμοῦ μέρει ἰσάζοντο
σὺν ταύροις· πάσης δ’ εἰς νομὸν ἐρχομένης
ξανθοτρίχων ἀγέλης πέμπτῳ μέρει ἠδὲ καὶ ἕκτῳ
ποικίλαι ἰσάριθμον πλῆθος ἔχον τετραχῇ.
25 ξανθαὶ δ′ ἠριθμεῦντο μέρους τρίτου ἡμίσει ἶσαι
ἀργεννῆς ἀγέλη ἑβδομάτῳ τε μέρει.
ξεῖνε, σὺ δ′ Ἠελίοιο βοῶν πόσαι ἀτρεκὲς εἰπών,
χωρὶς μὲν ταύρων ζατρεφέων ἀριθμόν,
χωρὶς δ′ αὖ θήλειαι ὅσαι κατὰ χρῶμα ἕκασται,
30 οὐκ ἄιδρίς κε λέγοι′ οὐδ′ ἀριθμῶν ἀδαής,
οὐ μήν πώ γε σοφοῖς ἐναρίθμιος. ἀλλ′ ἴθι φράζευ
καὶ τάδε πάντα βοῶν Ἠελίοιο πάθη.
ἀργότριχες ταῦροι μὲν ἐπεὶ μιξαίατο πληθύν
κυανέοις, ἵσταντ′ ἔμπεδον ἰσόμετροι
35 εἰς βάθος εἰς εὖρός τε, τὰ δ′ αὖ περιμήκεα πάντῃ
πίμπλαντο πλίνθου Θρινακίης πεδία.
ξανθοὶ δ′ αὖτ′ εἰς ἓν καὶ ποικίλοι ἀθροισθέντες
ἵσταντ᾽ ἀμβολάδην ἐξ ἑνος ἀρχόμενοι
σχῆμα τελειοῦντες τὸ τρικράσπεδον οὔτε προσόντων
40 ἀλλοχρόων ταύρων οὔτ′ ἐπιλειπομένων.
ταύτα συνεξευρὼν καὶ ἐνὶ πραπίδεσσιν ἀθροίσας
καὶ πληθέων ἀποδοὺς, ὦ ξένε, πάντα μέτρα
ἔρχεο κυδιόων νικηφόρος, ἴσθι τε πάντως
κεκριμένος ταύτῃ ὄμπνιος ἐν σοφἰῃ.