Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/81

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Β

ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
τῷ δ’ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ’ ἀφίκανεν,
ἀμπλακίην ἔγνων· βωμὸν δ’ ἐκέλευσα καμόντα
Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ’ αὐτῷ 485
ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
ἔνθ’ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ’ ἐμεῖο
ἐκλάθετ’, οὐδ’ ἀθέριξε· μόλις δ’ ἀέκοντα θύραζε
πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.»
 Ὧς φάτ’ Ἀγηνορίδης· ὁ δ’ ἐπισχεδὸν αὐτίκα δοιὼ 490
ἤλυθ’ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δ’ ἵστατ’ Ἰήσων,
ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
ῥέζον ἐπ’ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
κουρότεροι δ’ ἑτάρων μενοεικέα δαῖτ’ ἀλέγυνον. 495
ἔνθ’ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
τοὶ δ’ αὐτοῦ κατὰ δώματ’ ἀολλέες εὐνάζοντο.
ἦρι δ’ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τ’ ἀνὰ πᾶσαν
γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
 Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο 500
μῆλα νέμειν προτέροισι παρ’ ἀνδράσιν· εὔαδε γάρ οἱ
παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
τήνγ’ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν
τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,
αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος. 505
ἔνθα δ’ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.
τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δ’ ἔνεικεν
νηπίαχον Χείρωνος ὑπ’ ἄντροισιν κομέεσθαι. 510

 488 ἀθέριξε G Paris. unus: ἀθέρισσε vulg. 498 ἐτήσιαι Paris. unus: ἐτήσιοι vulg.: ἐτησίαι Merkel 499 ἀνωγῇ Vatt. quattor: ἀρωγῇ vulg. 503 ἀνερεψάμενος Rzach: ἀνερειψάμενος codd.