Μετάβαση στο περιεχόμενο

Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/57

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Α

ἀλλ’ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο
Ῥυνδακίδας προχοὰς μέγα τ’ ἠρίον Αἰγαίωνος 1165
τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,
δὴ τότ’ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς
μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς
ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος
κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δ’ ἕζετο σιγῇ 1170
παπταίνων· χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι.
Ἦμος δ’ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς
ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,
αὐτοῦ δ’ ἐν προμολῇ τετρυμένα γούνατ’ ἔκαμψεν
αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας 1175
εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί·
τῆμος ἄρ’ οἵγ’ ἀφίκοντο Κιανίδος ἤθεα γαίης
ἀμφ’ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο.
τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας
δειδέχατ’, ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν 1180
μῆλά τε δευομένοις μέθυ τ’ ἄσπετον ἐγγυάλιξαν.
ἔνθα δ’ ἔπειθ’ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην
φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,
στόρνυσθαι· τοὶ δ’ ἀμφὶ πυρήια δινεύεσκον·
οἱ δ’ οἶνον κρητῆρσι κέρων, πονέοντό τε δαῖτα, 1185
Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.
Αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας
βῆ ῥ’ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν
οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.
εὗρεν ἔπειτ’ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς 1190
ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν,
ἀλλ’ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·
τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.

1171 ἀήθεον Ziegler : ἀήθεσον vulg.1187 δαίνυσθαι ἑτάροις οἷς εὖ Paris. unus : δαίνυσθαι ἑτάροις εὖ L : δαίνυσθαι ἑτάροις εὖ οἷς vulg. : δαῖτ’ αἴνυσθαι ἑταίροις εὖ O. Schneider : δαῖτα πένεσθαι ἑταίροις εὖ Köchly1190 ἀλαλημένος G