ἰσθμὸν δ’ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο
ἀνέρες· ἐν δ’ ἥρως Αἰνήιος υἱὸς ἄνασσεν
Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο
Αἰνήτη. τοὺς δ’ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες 950
Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·
τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.
ἔνθ’ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν
Θρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν.
κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες 955
Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,
κρήνῃ ὑπ’ Ἀρτακίῃ· ἕτερον δ’ ἕλον, ὅστις ἀρήρει,
βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο
Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο
ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης. 960
Τοὺς δ’ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς
Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην
ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο,
καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας
ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι. 965
ἔνθ’ οἵγ’ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι
εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τ’ ἐμέλοντο.
δῶκεν δ’ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισιν
μῆλά θ’ ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτ’ ἂν ἵκωνται
ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε 970
μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.
ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι,
οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο·
ἀλλ’ ἔτι οἱ κατὰ δώματ’ ἀκήρατος ἦεν ἄκοιτις
ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα, 975
Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς
θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν.
967 εἰσάμενοι Et Magn. s. v., spiritum corr. Ruhnken : στησάμενοι codd.τ’ inseruit Brunck972 ἁρμοῖ που κἀκείνῳ ὑποσταχύεσκον v. l. in scholiis976 ἐξ ἔτι Merkel