Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/186

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

κούρη δ᾽ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς
Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν
Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·
«Γουνοῦμαι, βασίλεια· σὺ δ᾽ ἵλαθι, μηδέ με Κόλχοις
ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ 1015
ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην
ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.
ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι
μαργοσύνης. ἴστω δ᾽ ἱερὸν φάος Ἠελίοιο,
ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης, 1020
μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν
κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν
τῆσγε φυγῆς μνήσασθαι, ὅτ᾽ ἤλιτον· οὐδέ τις ἄλλη
μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς
δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλ᾽ ἐλέαιρε, 1025
πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δ᾽ ὀπάσειαν
ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε
καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.»
Τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·
τοῖα δ᾽ ἀριστήων ἐναμοιβαδὶς ἄνδρα ἕκαστον· 1030
«Ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τ᾽ ἀέθλοις
οὕνεκεν ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι
ταύρους τ᾽ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν
κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε
χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. 1035
ἥδ᾽ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,
ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο·
ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις
ἤνυσα· καὶ γλυκεροῖσιν ἔτ᾽ εἰσόψεσθε τοκῆας
ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων 1040
ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.

 1015 ἐκδώῃς conieci: ἐκδῴης vel ἐκδώης codd. 1030 ἐναμοιβαδὶς Merkel: ἔν᾽ αμοιβαδὶς L G: ἐπαμοιβαδὶς vulg. 1032 οὕνεκεν] ὧν κάμον Merkel 1034 κείρατε G: κείρετε vulg.