Αἰήτης δ’ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδ’ Ἀριάδνῃ
ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.
ἀλλ’ οἶον τύνη μὲν ἐμεῦ, ὅτ’ Ἰωλκὸν ἵκηαι,
μνώεο· σεῖο δ’ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων 1110
μνήσομαι. ἔλθοι δ’ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,
ἠέ τις ἄγγελος ὄρνις, ὅτ’ ἐκλελάθοιο ἐμεῖο·
ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
ἐνθένδ’ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,
ὄφρα σ’, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, 1115
μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.»
Ὧς ἄρ’ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
δάκρυα· τὴν δ’ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·
«Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, 1120
ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.
εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,
τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε
ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,
οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ’ ἵκοντο 1125
σῇ βουλῇ, τῶν δ’ αὖτε κασίγνητοί τε ἔται τε
καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.
ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν
πορσυνέεις· οὐδ’ ἄμμε διακρινέει φιλότητος
ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.» 1130
Ὧς φάτο· τῇ δ’ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,
ἔμπης δ’ ἔργ’ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.
σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,
ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο 1135
Αἰαίη Μήδεια, λιποῦσ’ ἄπο πατρίδα γαῖαν.
1114 Ἰαωλκὸν Brunck: Ἰωλκὸν vulg.1135 ἵκοιτο L: ἵκηται vulg.1136 λιποῦσ’ ἄπο Merkel: λιποῦσα L G: λιποῦσά γε vulg.