Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/133

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

μαργοσύνῃ εἴξασα. τί δ᾽ οὐκ ἐμὸν ἔσσεται αἶσχος;
ᾤ μοι ἐμῆς ἄτης. ἦ τ᾽ ἂν πολὺ κέρδιον εἴη
τῇδ᾽ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν
πότμῳ ἀνωίστῳ, κάκ᾽ ἐλέγχεα πάντα φυγοῦσαν, 800
πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.»
Ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ
φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι᾽, ἔκειτο.
ἐνθεμένη δ᾽ ἐπὶ γούνατ᾽ ὀδύρετο. δεῦε δὲ κόλπους
ἄλληκτον δακρύοισι, τὰ δ᾽ ἔρρεεν ἀσταγὲς αὔτως, 805
αἴν᾽ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ᾽ ἥγε
φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.
ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,
ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω
δεῖμ᾽ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ᾽ Ἀίδαο. 810
ἔσχετο δ᾽ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι
θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.
μνήσατο μὲν τερπνῶν, ὅσ᾽ ἐνὶ ζωοῖσι πέλονται,
μνήσαθ᾽ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·
καί τέ οἱ ἠέλιος γλυκίων γένετ᾽ εἰσοράασθαι, 815
ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ᾽ ἕκαστα.
καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,
Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδ᾽ ἔτι βουλὰς
ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δ᾽ αἶψα φανῆναι
ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη 820
φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.
πυκνὰ δ᾽ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων,
αἴγλην σκεπτομένη· τῇ δ᾽ ἀσπάσιον βάλε φέγγος
Ἠριγενής, κίνυντο δ᾽ ἀνὰ πτολίεθρον ἕκαστοι.
 Ἔνθα κασιγνήτους μὲν ἔτ᾽ αὐτόθι μεῖναι ἀνώγει 825
Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·
αὐτὸς δ᾽ αὖτ᾽ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.

 805 ἀστεγὲς vulg. 816 εἰ Pariss. tres: ἢ vulg. 818 οὐδ᾽ ἔτι Valckenaer: οὐδέ τι codd.