Σελίδα:Annae Comnenae Alexias, I–II (1884).djvu/37

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7
PRAEFATIO

Λυδία τῇ Βιθυνίᾳ καὶ ἡ Βιθυνία τῇ βασιλίδι τῶν πόλεων καὶ ἡμῖν ἐξῳδηκότα ἤδη τὸ σπλάγχνον ἐκ τῆς πολλῆς κακοπαθείας. καίπερ δὲ οὕτως ἔχων ἀσθενείας καὶ θέλων τὰ συμπεσόντα οἷ ἐκτραγῳδεῖν τὸ μέν τι νοσῶν οὐκ ἠδύνατο, τὸ δέ τι καὶ παρ’ ἡμῶν ἐκωλύετο, ὡς μὴ τὸ τραῦμα ἀνοίξοι διηγούμενος.

4. Ἐγὼ δ’ ἐνταῦθα γενομένη σκοτοδίνης ἐμπίπλαμαι τὴν ψυχὴν καὶ ῥείθροις δακρύων περιτέγγω τοὺς ὀφθαλμούς. ὢ οἷον ἡ Ῥωμαίων ἀπόλωλε βούλευμα· ὢ πείρας μὲν ἀκριβεστάτης περὶ τὰ πράγματα καὶ ὅσην ἐκεῖνος συνείλοχε· λόγων δὲ ἐπιστήμης, ποικίλης δὲ σοφίας, λέγω δὴ τῆς θυραίας καὶ τῆς ἡμετέρας αὐλῆς· ὢ καὶ χάριτος ἐπιτρεχούσης τοῖς μέλεσι καὶ εἴδους οὐκ ἀξίου τυραννίδος, ὥς τινες λέγουσιν, ἀλλὰ καὶ θειοτέρας καὶ κρείττονος. ἔγωγ’ οὖν καὶ πολλοῖς ἄλλοις προσωμιλήκειν δεινοῖς ἐκ μέσων τῶν πορφυρόθεν σπαργάνων, ὡς οὕτως εἰπεῖν, καὶ τύχαις ἐχρησάμην οὐκ ἀγαθαῖς, εἰ μή τις θεῖτο τύχην [οὐκ] ἀγαθὴν καὶ προσμειδιῶσάν μοι τήν τε γειναμένην αὐτὴν καὶ τὸν τεκόντα τοὺς αὐτοκράτορας καὶ τὴν πορφύραν ἐφ’ ἧς ἐβλάστησα· τὰ γὰρ ἄλλα φεῦ τῶν κυμάτων, φεῦ τῶν ἐπαναστάσεων. Ὀρφεὺς μὲν οὖν ᾄδων καὶ λίθους ἐκίνει καὶ ξύλα καὶ τὴν ἄψυχον ἁπλῶς φύσιν, Τιμόθεος δὲ ὁ αὐλητὴς τὸν ὄρθιόν ποτε Ἀλεξάνδρῳ αὐλήσας εἰς τὰ ὅπλα παραχρῆμα καὶ τὸ ξίφος ἐκίνει τὸν Μακεδόνα· τὰ δέ γε κατ’ ἐμὲ διηγήματα οὐ τοπικήν τινα κίνησιν οὐδὲ πρὸς ὅπλα καὶ μάχην, ἀλλ’ ἐς δάκρυα τὸν ἀκροατὴν συγκινήσειε καὶ οὐκ αἰσθητικὴν μόνον, ἀλλὰ καὶ ἄψυχον φύσιν εἰς πάθος καταναγκάσειε. τὸ μέντοι πάθος τὸ περὶ τὸν Καίσαρα καὶ ὁ κατ’ αὐτὸν ἀνέλπιστος θάνατος αὐτῆς μου καθίκετο τῆς ψυχῆς καὶ ἐς βάθος τὸ τραῦμα εἰργάσατο. Καὶ ἡγοῦμαι τὰς προειληφυίας συμ-