Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/225

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
87
AESOPI FABVLAE

σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. Ἐβουλεύετο οὖν ποῖον τῶν θηρίων μετ’ αὐτὸν βασιλεύσει. Ἔφη δὲ ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρός, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυρώθης βασιλεύειν. Τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ; Ἀλλ’ εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ· χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃς, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ.» Οὕτως εἶπεν ἡ ἀλώπηξ. Τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γινώσκουσα τὸ μέλλον. Ὁ λέων δὲ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν. Ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξεν· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. Ἡ δὲ εἶπεν· «Χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ’ ὅμως ὑπουργήσω σοι.» Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δὲ ἐπηρώτα εἰ εἶδον ἔλαφον ᾑμαγμένην. Οἱ δὲ ἔδειξαν ἐν τῇ ὕλῃ. Εὗρε δὲ αὐτὴν καταψυχομένην, καὶ ἔστη ἀναιδῶς. Ἡ δὲ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν· «Ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε.» Ἡ δὲ εἶπεν· «Οὕτως ἄνανδρος εἶ καὶ δειλή; Οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις; Ὁ μὲν λέων τοῦ ὠτὸς κρατήσας ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας ὡς ἀποθνῄσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἀρρώστου ὑπέστης. Καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι· οἴμοι,