Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/171

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
60
AESOPI FABVLAE
133
Ἰατρὸς ⟨ἄτεχνος⟩.

Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· «τὴν αὔριον γὰρ οὐκ ὑπερβήσῃ.» Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαίνων. Ὁ δὲ ἰατρὸς συναντήσας αὐτῷ· «Χαῖρε, ἔφη· πῶς ἔχουσιν οἱ κάτω;» Κἀκεῖνος εἶπεν· «Ἠρεμοῦσι πιόντες τὸ τῆς Λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινῶς ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν, καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεβλήθης.»

[Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει.

134
Ἰατρὸς καὶ νοσῶν.

Ἰατρὸς νοσοῦντα ἐθεράπευε. Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· «Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει.» Τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη· «Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο.»

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.