Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/167

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
58
AESOPI FABVLAE
128
Ἡμίονος.

Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ’ ἑαυτὴν βοῶσα· «Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην.» Καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν. Ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.

129
Ἡρακλῆς καὶ Ἀθηνᾶ.

Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δὲ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέβαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἀπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· «Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται.»

Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν.

130
Ἡρακλῆς καὶ Πλοῦτος.

Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ