Ρωμαϊκή Ιστορία/Βιβλίο 52

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ρωμαϊκή Ιστορία
Συγγραφέας:
Βιβλίο 52


Α. ὡς Καῖσαρ ἐβουλεύσατο τὴν μοναρχίαν ἀφεῖναι.

Β. ὡς αὐτοκράτωρ καλεῖσθαι ἤρξατο.

χρόνου πλῆθος τὰ λοιπὰ τῆς Καίσαρος τὸ ε καὶ Σέξτου Ἀπουλεΐου ὑπατείας.

I. ταῦτα μὲν ἔν τε τῇ βασιλείᾳ καὶ ἐν τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις, πέντε τε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσι, καὶ ἔπραξαν οἱ Ῥωμαῖοι καὶ ἔπαθον: ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος βουλευσαμένου τά τε ὅπλα καταθέσθαι καὶ τὰ πράγματα τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι. ἐποιήσατο δὲ τὴν διάγνωσιν μετά τε τοῦ Ἀγρίππου καὶ μετὰ τοῦ Μαικήνου ῾τούτοις γὰρ πάντα τὰ ἀπόρρητα ἀνεκοίνοὐ, καὶ αὐτῷ ὁ Ἀγρίππας πρότερος εἶπε τοιάδε:

II. ‘μὴ θαυμάσῃς, ὦ Καῖσαρ, εἰ μέλλω σε ἀποτρέπειν ἀπὸ τῆς μοναρχίας, καίπερ πολλὰ καὶ ἀγαθὰ ἀπολαύσας ἂν ἀπ᾽ αὐτῆς σοῦ γε αὐτὴν ἔχοντος. εἰ μὲν γὰρ καὶ σοὶ ὠφέλιμος γενήσεσθαι ἔμελλε, καὶ πάνυ ἂν αὐτὴν ἐσπούδασα: ἐπειδὴ δ᾽ οὐδὲν ὅμοιον τοῖς τε αὐταρχοῦσι καὶ τοῖς φίλοις σφῶν παρέχεται, ἀλλ᾽ οἱ μὲν καὶ ἀνεπιφθόνως καὶ ἀκινδύνως πάνθ᾽ ὅσα ἐθέλουσι καρποῦνται, τοῖς δὲ καὶ φθόνοι καὶ κίνδυνοι συμβαίνουσιν, οὐ τὸ ἐμαυτοῦ ἴδιον, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις, ἀλλὰ τὸ σὸν τό τε κοινὸν προϊδέσθαι ἐδικαίωσα. σκεψώμεθα δὲ καθ᾽ ἡσυχίαν πάντα τὰ προσόντα αὐτῇ, καὶ ὅπῃ ποτ᾽ ἂν ὁ λογισμὸς ἡμᾶς ἀγάγῃ τραπώμεθα: οὐ γάρ που καὶ ἐξ ἅπαντος τρόπου φήσει τις δεῖν ἡμᾶς ἑλέσθαι αὐτήν, κἂν μὴ λυσιτελοῦσα ᾖ. εἰ δὲ μή, δόξομεν ἤτοι τῆς τε εὐπραγίας ἡττῆσθαι καὶ ὑπὸ τῶν κατωρθωμένων ἐκπεφρονηκέναι, ἢ καὶ πάλαι αὐτῆς ἐφιέμενοι τόν τε πατέρα καὶ τὴν ἐς αὐτὸν εὐσέβειαν ἐσκῆφθαι καὶ τὸν δῆμον τήν τε γερουσίαν προβεβλῆσθαι, οὐχ ἵνα αὐτοὺς τῶν ἐπιβουλευσάντων σφίσιν ἀπαλλάξωμεν, ἀλλ᾽ ἵνα ἑαυτοῖς δουλωσώμεθα. ἑκάτερον δὲ ὑπαίτιον. τίς μὲν γὰρ οὐκ ἂν ἀγανακτήσειεν ἄλλα μὲν ὁρῶν ἡμὰς εἰρηκότας, ἄλλα δὲ αἰσθανόμενος πεφρονηκότας; πῶς δ᾽ οὐκ ἂν μᾶλλον νῦν μισήσειεν ἡμᾶς ἢ εἰ κατ᾽ ἀρχὰς εὐθὺς τήν τε ἐπιθυμίαν ἀπεγυμνώσαμεν καὶ ἐπὶ τὴν μοναρχίαν ἄντικρυς ὡρμήσαμεν; τὸ μὲν γὰρ βίαιόν τι τολμᾶν προσήκειν πως τῇ τῶν ἀνθρώπων φύσει, κἂν πλεονεκτικὸν εἶναι δοκῇ, πεπίστευται: πᾶς γὰρ ὁ προφέρων ἔν τινι πλέον ἀξιοῖ τοῦ καταδεεστέρου ἔχειν, καὶ κατορθώσας τέ τι ἐς τὴν τῆς ψυχῆς ἰσχὺν ἀναφέρεται, καὶ διαμαρτών τινος τῇ τοῦ δαιμονίου φορᾷ προστίθεται. ὁ δὲ ἐξ ἐπιβουλῆς καὶ κακουργίας τοιοῦτό τι ποιῶν πρῶτον μὲν δολερὸς καὶ σκολιὸς καὶ κακοήθης καὶ κακότροπος εἶναι νομίζεται, ἅπερ εὖ οἶδ᾽ ὅτι περὶ σοῦ οὐδένα ἂν ὑπομείνειας εἰπεῖν ἢ φρονῆσαι, οὐδ᾽ εἰ πάσης ἐκ τούτου τῆς οἰκουμένης ἄρξειας: ἔπειτα δὲ καὶ κατορθώσας ἄδικον τὴν πλεονεξίαν πεποιῆσθαι καὶ σφαλεὶς δικαίαν τὴν κακοπραγίαν.

III. εἰληφέναι δοκεῖ. τούτου δὲ δὴ οὕτως ἔχοντος, οὐδὲν ἂν ἧττον ἐπικαλέσειέ τις ἡμῖν καὶ εἰ μηδὲν τοιοῦτον ἀπὸ πρώτης ἐνθυμηθέντες ἔπειτα νῦν ἐπιθυμήσαιμεν αὐτοῦ. τὸ γάρ τοι τῶν τε παρόντων νικᾶσθαι καὶ μήτε ἑαυτοὺς κατέχειν τοῖς τε παρὰ τῆς τύχης δοθεῖσι μὴ καλῶς χρῆσθαι πολὺ χεῖρόν ἐστι τοῦ ἐκ κακοπραγίας ἀδικεῖν τινα: οἱ μὲν γὰρ ὑπ᾽ αὐτῶν τῶν συμφορῶν πολλάκις ἀναγκάζονται πρὸς τὴν τοῦ συμφέροντός σφισι χρείαν καὶ ἄκοντες πλημμελεῖν, οἱ δ᾽ ἐθελονταὶ ἀκράτορες ἑαυτῶν καὶ παρὰ τὸ λυσιτελοῦν γίγνονται. τοὺς δὲ δὴ μήθ᾽ ἁπλότητά τινα ἐν τῇ ψυχῇ ἔχοντας μήτε τὰ δοθέντα σφίσιν ἀγαθὰ μετριάσαι δυναμένους πῶς ἂν τις προσδοκήσειεν ἤτοι τῶν ἄλλων καλῶς ἡγεμονεύσειν ἢ ταῖς συμφοραῖς ὀρθῶς χρήσεσθαι; ὡς οὖν μηδέτερον αὐτῶν πεπονθότες, μηδ᾽ ἀλόγως τι πρᾶξαι ἐπιθυμοῦντες, ἀλλ᾽ ὅ τι ποτ᾽ ἂν βουλευσαμένοις ἡμῖν ἄριστον φανῇ τοῦθ᾽ αἱρησόμενοι, τὴν διάγνωσιν αὐτοῦ ποιησώμεθα. λέξω δὲ μετὰ παρρησίας: οὔτε γὰρ αὐτὸς ἄλλως ἄν τι εἰπεῖν δυναίμην, οὔτε σοὶ σύνοιδα τὰ ψευδῆ μετὰ κολακείας ἡδέως ἀκούοντι.

IV. ἡ μὲν τοίνυν ἰσονομία τό τε πρόσρημα εὐώνυμον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήν τε γὰρ φύσιν τὴν αὐτήν τινας εἰληχότας καὶ ὁμοφύλους ἀλλήλοις ὄντας, ἔν τε τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους, καὶ κοινὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρῆσιν τῇ πατρίδι παρέχοντας, πῶς μὲν οὐ δίκαιον καὶ τἆλλα πάντα κοινοῦσθαι, πῶς δ᾽ οὐκ ἄριστον ἐν μηδενὶ πλὴν ἀπ᾽ ἀρετῆς προτιμᾶσθαι; ἥ τε γὰρ ἰσογονία ἰσομοιρίας ὀριγνᾶται, καὶ τυχοῦσα μὲν αὐτῆς χαίρει, διαμαρτοῦσα δὲ ἄχθεται: καὶ τὸ ἀνθρώπειον πᾶν, ἅτε ἔκ τε θεῶν γεγονὸς καὶ ἐς θεοὺς ἀφῆξον, ἄνω βλέπει, καὶ οὔτε ἐθέλει ὑπὸ τοῦ αὐτοῦ διὰ παντὸς ἄρχεσθαι, οὔθ᾽ ὑπομένει τῶν μὲν πόνων καὶ τῶν κινδύνων τῶν τε δαπανημάτων μετέχον, τῆς δὲ κοινωνίας τῶν κρειττόνων στερόμενον, ἀλλὰ κἂν ἀναγκασθῇ τι τοιοῦτον ὑποστῆναι, μισεῖ τὸ βεβιασμένον, κἂν καιροῦ λάβηται, τιμωρεῖται τὸ μεμισημένον. ἄρχειν τε γὰρ πάντες ἀξιοῦσι, καὶ διὰ τοῦτο καὶ ἄρχεσθαι ἐν τῷ μέρει ὑπομένουσι: καὶ πλεονεκτεῖσθαι οὐκ ἐθέλουσι, καὶ διὰ τοῦτο οὐδ᾽ αὐτοὶ πλεονεκτεῖν ἀναγκάζονται. ταῖς τε τιμαῖς ταῖς παρὰ τῶν ὁμοτίμων χαίρουσι, καὶ τὰς τιμωρίας τὰς ἐκ τῶν νόμων ἐπαινοῦσι. κἂν οὕτω πολιτεύωνται, κοινὰ μὲν τὰ ἀγαθὰ κοινὰ δὲ καὶ τὰ ἐναντία νομίζοντες εἶναι, οὔτε τι κακὸν οὐδενὶ τῶν πολιτῶν γίγνεσθαι βούλονται, καὶ πάντα τὰ κρείττω πᾶσιν αὐτοῖς συνεύχονται. καὶ ἄν τε τις αὐτὸς ἀρετήν τινα ἔχῃ, καὶ προφαίνει αὐτὴν προχείρως καὶ ἀσκεῖ προθύμως καὶ ἐπιδείκνυσιν ἀσμενέστατα, ἄν τε καὶ ἐν ἑτέρῳ ἴδῃ, καὶ προάγει ἑτοίμως καὶ συναύξει σπουδαίως καὶ τιμᾷ λαμπρότατα. καὶ μέντοι κἂν κακύνηταί τις, πᾶς αὐτὸν μισεῖ, κἂν δυστυχῇ, πᾶς ἐλεεῖ, κοινὴν τῆς πόλεως καὶ τὴν ζημίαν καὶ τὴν αἰσχύνην τὴν ἀπ᾽ αὐτῶν εἶναι νομίζων.

V. αὕτη μὲν ἡ τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτ᾽ εἰδέναι οὔτ᾽ ἔχειν δοκεῖν βούλεται ῾πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ κρατοῦν ὡς πλήθει γίγνεταἰ, τὸν δὲ ἐκείνου τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, ὅ τι ποτ᾽ ἂν ἐλπίσῃ δι᾽ αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδανεῖν, μετέρχεται. καὶ διὰ τοῦθ᾽ οἱ πλείους σφῶν τό τε καθ᾽ ἑαυτοὺς μόνον σπεύδουσι καὶ πάντας τοὺς ἄλλους μισοῦσι, τάς τε εὐπραγίας αὐτῶν οἰκείας ζημίας καὶ τὰς συμφορὰς ἴδια κέρδη ποιούμενοι. τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτ᾽ ἂν εἰκότως ἐπάρειέ σε μοναρχῆσαι ἐπιθυμῆσαι. πρὸς γὰρ τῷ τοῖς δήμοις χαλεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσχερέστερον αὐτῷ σοι γένοιτο ἄν. ἢ οὐχ ὁρᾷς ὅπως ἥ τε πόλις καὶ τὰ πράγματα αὐτῆς ἔτι καὶ νῦν ταράττεται; καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, τοσούτοις ἔτεσιν ἐν ἐλευθερίᾳ βεβιωκότα, καταλῦσαι, χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούς τε ὑπηκόους, τοὺς μὲν ἀπὸ παλαιοῦ δημοκρατουμένους τοὺς δ᾽ ὑφ᾽ ἡμῶν αὐτῶν ἠλευθερωμένους, ἐς δουλείαν αὖθις καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσκειμένων.

VI. καὶ ἵνα γε ἀπὸ πρώτου τοῦ βραχυτάτου ἄρξωμαι, χρήματά σοι πολλὰ καὶ πανταχόθεν ἀναγκαῖον ἔσται πορίζειν: ἀδύνατον γὰρ τὰς νῦν οὔσας προσόδους πρός τε τἆλλα καὶ πρὸς τὴν τῶν στρατιωτῶν τροφὴν ἐξαρκέσαι. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν ταῖς δημοκρατίαις: οὐ γὰρ οἷόν τε πολιτείαν τινὰ ἄνευ δαπάνης συστῆναι. ἀλλ᾽ ἐν μὲν ἐκείναις μάλιστα μὲν ἑκόντες πολλοὶ πολλὰ ἐπιδιδόασιν, ἐν φιλοτιμίας μέρει τὸ πρᾶγμα ποιούμενοι καὶ τιμὰς ἀντ᾽ αὐτῶν ἀξίας ἀντιλαμβάνοντες: ἂν δέ που καὶ ἀναγκαῖαι παρὰ πάντων ἐσφοραὶ γένωνται, ἑαυτούς τε πείθοντες καὶ ὑπὲρ ἑαυτῶν συντελοῦντες ἀνέχονται. ἐν δὲ δὴ ταῖς δυναστείαις τό τε ἄρχον πάντες μόνον ὡς καὶ ὑπερπλουτοῦν ἀξιοῦσι δαπανᾶσθαι, τὰς μὲν προσόδους αὐτοῦ ἑτοίμως ἐξερευνώμενοι, τὰ δ᾽ ἀναλώματα οὐκέθ᾽ ὁμοίως ἐκλογιζόμενοι: καὶ οὔτ᾽ ἰδίᾳ ἡδέως ἢ καὶ ἑκόντες ἐπιδιδόασί τι, οὔτε τὰς κοινὰς συντελείας αὐθαιρέτους ποιοῦνται. ἐκεῖνο μὲν γὰρ οὔτ᾽ ἂν ἐθελήσειέ τις ῾οὐδὲ γὰρ οὐδ᾽ ὁμολογήσειεν ἂν ῥᾳδίως πλουτεῖν᾽ οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι: αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φιλόπολις ἔχων ὀγκωθείη καὶ νεωτερίσειε. τὸ δ᾽ ἕτερον πάνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισθ᾽ ὅτι τὴν μὲν ζημίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροι λαμβάνουσιν. ἐν μὲν γὰρ ταῖς δημοκρατίαις καὶ στρατεύονται ὡς πλήθει οἱ τὰ χρήματα συνεσφέροντες, ὥστε τρόπον τινὰ αὖθις αὐτὰ ἀπολαμβάνουσιν: ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ γεωργοῦσι καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ πολιτεύονται, παρ᾽ ὧνπερ καὶ αἱ λήψεις μάλιστα γίγνονται, ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισθὸν φέρουσιν.

VII. ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι: οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρονίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θανάτῳ ζημιοῦσθαι, οἷα ἔν τε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώπων τοσούτῳ, ἄλλως τε καὶ ἐν μεταβολῇ πολιτείας, φιλεῖ συμβαίνειν. τούτοις δ᾽ ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντό τε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς: καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν τῷ κρατοῦντι ποιήσωσι: κἂν ἄρα τινὲς ἁλίσκωνται, διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δ᾽ αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν ῾τοῦτο δὲ οὐκ εὐτυχέσ᾽, καὶ πάντως τινὰς αὐτῶν ὀργῇ μᾶλλον ἢ δικαιώσει δόξεις εὐθύνειν: τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλ᾽ οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προπεταννύντας, ὀνόματι ἐννόμῳ δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθ᾽ οὕτω γίγνεται: ἐν δὲ δὴ ταῖς δημοκρατίαις, ἄν τ᾽ ἰδίᾳ τις ἀδικεῖν αἰτίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, ἄν τε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καθίζουσιν ἐκ τῶν ὁμοίων οὓς ἂν ὁ κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ ἀποβαίνοντα ἀπ᾽ αὐτῶν τοὺς ἀνθρώπους φέρειν, μήτ᾽ ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκαστῇ νομίζοντάς τι πεπονθέναι.

VIII. ἔτι τοίνυν πολλοὶ χωρὶς τῶν τι ἀδικούντων, οἱ μὲν γένει, οἱ δὲ πλούτῳ, οἱ δὲ ἑτέρῳ τινὶ ἐπαιρόμενοι, ἄλλως μὲν οὐ κακοὶ ἄνδρες, τῇ δὲ δὴ προαιρέσει τῇ τῆς μοναρχίας ἐναντίοι φύονται: καὶ αὐτοὺς οὔτ᾽ αὔξεσθαί τις ἐῶν ἀσφαλῶς δύναται ζῆν, οὔτ᾽ αὖ κολούειν ἐπιχειρῶν δικαίως τοῦτο ποιεῖν. τί ποτ᾽ οὖν τούτοις χρήσῃ; πῶς αὐτοὺς μεταχειρίσῃ; ἂν μὲν γὰρ τά τε γένη σφῶν καθέλῃς καὶ τοὺς πλούτους ἐλαττώσῃς τά τε φρονήματα ταπεινώσῃς, οὐδεμίαν ἂν εὔνοιαν παρὰ τῶν ἀρχομένων λάβοις: πῶς γάρ, εἰ μήτε γεννηθῆναί τῳ καλῶς μήτε πλουτῆσαι δικαίως, μήτ᾽ ἰσχυρῷ μήτ᾽ ἀνδρείῳ μήτε συνετῷ γενέσθαι ἐξείη; ἂν δὲ ἐάσῃς ταῦθ᾽ ὡς ἕκαστα αὔξειν, οὐκ ἂν ῥᾳδίως αὐτὰ διάθοιο. καὶ γὰρ εἰ αὐτὸς μόνος πρός τε τὸ τὰ πολιτικὰ καὶ πρὸς τὸ τὰ πολεμικὰ καλῶς καὶ κατὰ καιρὸν πράττειν ἐξήρκεις, καὶ μηδενὸς συνεργοῦ πρὸς μηδὲν αὐτῶν ἔχρῃζες, ἕτερος ἂν ἦν λόγος: νῦν δὲ πᾶσά σε ἀνάγκη συναγωνιστὰς πολλούς, ἅτε τοσαύτης οἰκουμένης ἄρχοντα, ἔχειν, καὶ προσήκει που πάντας αὐτοὺς καὶ ἀνδρείους καὶ φρονίμους εἶναι. οὐκοῦν ἂν μὲν τοιούτοις τισὶ τά τε στρατεύματα καὶ τὰς ἀρχὰς ἐγχειρίζῃς, κίνδυνος ἔσται καὶ σοὶ καὶ τῇ πολιτείᾳ καταλυθῆναι: οὐ γὰρ ἔστιν οὔτ᾽ ἄνευ φρονήματος ἀξιόλογον ἄνδρα φῦναι, οὔτ᾽ αὖ φρόνημα μέγα λαβεῖν ἐκ δουλοπρεποῦς ἐπιτηδεύσεως, οὐ μὴν οὐδὲ φρονηματίαν γενόμενον μὴ οὐκ ἐλευθερίας ἐπιθυμῆσαι καὶ πᾶν τὸ δεσπόζον μισῆσαι. ἂν δὲ δὴ τούτοις μὲν μηδὲν ἐπιτρέπῃς, τοῖς δὲ δὴ φαύλοις καὶ τοῖς τυχοῦσι τὰ πράγματα προστάσσῃς, τάχιστα μὲν ἂν ὀργὴν παρ᾽ ἐκείνων ὡς ἀπιστουμένων λάβοις, τάχιστα δ᾽ ἂν ἐν τοῖς μεγίστοις πταίσειας. τί μὲν γὰρ ἂν ἀγαθὸν ἀμαθὴς ἢ ἀγεννὴς ἄνθρωπος ἐργάσαιτο; τίς δ᾽ οὐκ ἂν καταφρονήσειεν αὐτοῦ τῶν πολεμίων; τίς δ᾽ ἂν πειθαρχήσειέν οἱ τῶν συμμάχων; τίς δ᾽ οὐκ ἂν καὶ αὐτῶν τῶν στρατιωτῶν ἀπαξιώσειεν ὑπὸ τοιούτου τινὸς ἄρχεσθαι; καὶ μὴν ὅσα ἐκ τούτου κακὰ γίγνεσθαι πέφυκε, τὰ μὲν ἄλλα οὐδὲν δέομαί σοι σαφῶς εἰδότι διηγεῖσθαι, ἐκεῖνο δὲ δὴ μόνον ἀναγκαίως ἐρῶ, ὅτι ἂν μὲν μηδὲν δέον ὁ τοιοῦτος πράττῃ, πολὺ πλείω ἄν σε τῶν πολεμίων βλάψειεν, ἂν δέ τι τῶν προσηκόντων ποιῇ, καὶ αὐτὸς ἄν σοι φοβερὸς ἐκφρονήσας ὑπ᾽ ἀπαιδευσίας γένοιτο.

IX. οὐ μέντοι καὶ ταῖς δημοκρατίαις τοιοῦτό τι πρόσεστιν, ἀλλ᾽ ὅσῳ ἂν πλείους καὶ πλουτῶσι καὶ ἀνδρίζωνται, τόσῳ μᾶλλον αὐτοί τε φιλοτιμοῦνται καὶ τὴν πόλιν αὔξουσι, καί σφισι καὶ ἐκείνη κέχρηται καὶ χαίρει, πλὴν ἄν τις τυραννίδος ἐπιθυμήσῃ: τοῦτον γὰρ ἰσχυρῶς κολάζουσι. καὶ ὅτι ταῦθ᾽ οὕτως ἔχει καὶ πολλῷ κρείττους αἱ δημοκρατίαι τῶν μοναρχιῶν εἰσι, δηλοῖ μὲν καὶ τὸ Ἑλληνικόν: τέως μὲν γὰρ οὕτως ἐπολιτεύοντο, οὐδὲν μέγα κατέπραξαν, ἐπειδὴ δὲ ἐκείνως ζῆν ἤρξαντο, ὀνομαστότατοι ἐγένοντο: δηλοῖ δὲ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων, ὧν οἱ μὲν ἐν τυραννίσι καὶ νῦν ἔτι διαγόμενοι ἀεί τε δουλεύουσι καὶ ἀεὶ τοῖς ἄρχουσιν ἐπιβουλεύουσιν, οἱ δὲ δὴ προστατείαις ἐπετησίοις ἢ καὶ ἐπὶ πλείω τινὰ χρόνον χρώμενοι καὶ ἐλεύθεροι καὶ αὐτόνομοι διατελοῦσιν ὄντες. ἀλλὰ τί δεῖ ἡμᾶς ἀλλοτρίοις παραδείγμασιν οἰκεῖα ἔχοντας χρῆσθαι; ἡμεῖς γὰρ αὐτοὶ οἱ Ῥωμαῖοι ἄλλως τὸ πρῶτον πολιτευόμενοι, ἔπειτα ἐπειδὴ πολλὰ καὶ δεινὰ ἐπάσχομεν, τῆς τε ἐλευθερίας ἐπεθυμήσαμεν καὶ λαβόντες αὐτὴν πρὸς τοσοῦτον ὄγκον προήλθομεν, οὐκ ἄλλοις τισὶν ἢ τοῖς ἐκ τῆς δημοκρατίας ἀγαθοῖς ἰσχύσαντες, ἐξ ὧν ἥ τε γερουσία προεβούλευε καὶ ὁ δῆμος ἐπεκύρου τό τε στρατευόμενον προεθυμεῖτο καὶ τὸ στρατηγοῦν ἐφιλοτιμεῖτο. ὧν οὐδὲν ἂν ἐν τυραννίδι πραχθείη. ἀμέλει τοσοῦτον αὐτῆς διὰ ταῦτα μῖσος οἱ πάλαι Ῥωμαῖοι ἔσχον ὥστε καὶ ἐπάρατον τὸ πολίτευμα ποιήσασθαι.

X. χωρὶς δὲ τούτων, εἰ δεῖ τι καὶ περὶ τῶν ἰδίᾳ σοὶ αὐτῷ συμφερόντων εἰπεῖν, πῶς μὲν ἂν ὑπομείνειας τοσαῦτα καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ διοικῶν, πῶς δ᾽ ἂν μὴ ὑγιαίνων ἐξαρκέσειας; τίνος δ᾽ ἂν τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων ἀπολαύσειας, πῶς δ᾽ ἂν στερόμενος αὐτῶν εὐδαιμονήσειας; τίνι δ᾽ ἂν ἀκριβῶς ἡσθείης, πότε δ᾽ οὐκ ἂν ἰσχυρῶς λυπηθείης; πᾶσα γὰρ ἀνάγκη τὸν τηλικαύτην ἀρχὴν ἔχοντα καὶ φροντίζειν πολλὰ καὶ δεδιέναι πολλά, καὶ τῶν μὲν ἡδίστων ἐλάχιστα ἀπολαύειν, τὰ δὲ δυσχερέστατα ἀεὶ καὶ πανταχοῦ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ποιεῖν καὶ πάσχειν. ὅθεν, οἶμαι, καὶ Ἕλληνες καὶ βάρβαροί τινες οὐδὲ διδομένας σφίσι βασιλείας ἐδέξαντο. ταῦτ᾽ οὖν προϊδόμενος προβούλευσαι πρὶν ἐν αὐτοῖς γενέσθαι: αἰσχρὸν γάρ, μᾶλλον δὲ καὶ ἀδύνατόν ἐστι παρακύψαντά τινα ἅπαξ ἐς αὐτὰ ἀναδῦναι. μηδέ σε ἐξαπατήσῃ μήτε τὸ μέγεθος τῆς ἐξουσίας μήθ᾽ ἡ περιουσία τῶν κτημάτων, μὴ τὸ στῖφος τῶν σωματοφυλάκων, μὴ ὁ ὄχλος τῶν θεραπευόντων. οἵ τε γὰρ πολὺ δυνάμενοι πολλὰ πράγματα ἔχουσι, καὶ οἱ συχνὰ κεκτημένοι συχνὰ ἀναλίσκειν ἀναγκάζονται, τά τε πλήθη τῶν δορυφόρων διὰ τὰ πλήθη τῶν ἐπιβουλευόντων ἀθροίζεται, καὶ οἱ κολακεύοντες ἐπιτρίψειαν ἄν τινα μᾶλλον ἢ σώσειαν. ὥσθ᾽ ἕνεκα μὲν τούτων οὐδ᾽ ἂν εἷς εὖ φρονῶν αὐταρχῆσαι.

XI. ἐπιθυμήσειεν: εἰ δ᾽ ὅτι καὶ πλουτίζειν καὶ σώζειν τινὰς ἄλλα τε πολλὰ καὶ ἀγαθὰ δρᾶν οἱ τοιοῦτοι δύνανται, καὶ νὴ Δία καὶ ὑβρίζειν σφίσι καὶ κακῶς ποιεῖν ὃν ἂν ἐθελήσωσιν ἔξεστιν, ἀξίαν τις διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα εἶναι νομίζει, τοῦ παντὸς ἁμαρτάνει. τὸ μὲν γὰρ ἀσελγαίνειν καὶ κακόν τι ποιεῖν οὔθ᾽ ὡς αἰσχρὰ οὔθ᾽ ὡς σφαλερὰ καὶ μεμισημένα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἐστί, δέομαί σοι λέγειν: οὔτε γὰρ ἄλλως τοιοῦτος εἶ, οὔτ᾽ ἂν διὰ ταῦτα μοναρχῆσαι ἕλοιο. προῄρημαί τε ἐγὼ νῦν οὐ πάνθ᾽ ὅσα ἄν τις κακῶς τὸ πρᾶγμα μεταχειριζόμενος ἐξεργάσαιτο εἰπεῖν, ἀλλ᾽ ὅσα καὶ οἱ πάνυ ἄριστα αὐτῷ χρώμενοι καὶ ποιεῖν καὶ πάσχειν ἀναγκάζονται. τὸ δ᾽ ἕτερον, τό τινα ἀφθόνως εὐεργετεῖν ἔχειν, ἀξιοσπούδαστον μέν, ἀλλ᾽ ἐν μὲν ἰδιώτῃ γιγνόμενον καὶ καλὸν καὶ σεμνὸν καὶ εὐκλεὲς καὶ ἀσφαλές ἐστιν, ἐν δὲ δὴ ταῖς μοναρχίαις πρῶτον μὲν οὐκ ἀνταξιον τῶν ἄλλων τῶν ἀτοπωτέρων, ὥστε τινὰ διὰ τοῦτο καὶ ἐκεῖνα ἑλέσθαι, ἄλλως τε καὶ μέλλοντα τὴν μὲν ἐκ τούτου ἀπόλαυσιν ἑτέροις.

XII. δώσειν τὴν δὲ ἐξ ἐκείνων ἀηδίαν αὐτὸν ἕξειν, ἔπειτα δ᾽ οὐδ᾽ ἁπλοῦν, ὥς τις οἴεται. οὔτε γὰρ ἂν πᾶσι τοῖς δεομένοις τινὸς ἐπαρκέσειέ τις. οἱ μὲν γὰρ ἀξιοῦντές τι παρ᾽ αὐτοῦ λαμβάνειν πάντες ὡς εἰπεῖν εἰσιν ἄνθρωποι, κἂν μηδεμία εὐθὺς εὐεργεσία αὐτοῖς ὀφείληται: πᾶς γάρ τις φύσει καὶ αὐτὸς ἑαυτῷ ἀρέσκει, κἀγαθόν τι ἐπαυρέσθαι παρὰ τοῦ δοῦναι δυναμένου βούλεται: ἃ δὲ ἐνδέχεται αὐτοῖς δίδοσθαι ῾τιμάς τε καὶ ἀρχὰς λέγω, καὶ ἔστιν ὅτε καὶ χρήματἀ πάνυ ἂν εὐαρίθμητα ὡς πρὸς τοσοῦτο πλῆθος εὑρεθείη. τούτου τε οὕτως ἔχοντος ἔχθος ἂν αὐτῷ παρὰ τῶν διαμαρτανόντων ὧν χρῄζουσι μᾶλλον ἢ φιλία παρὰ τῶν τυγχανόντων ὑπάρξειεν. οἱ μὲν γάρ, ὡς καὶ ὀφειλόμενόν τι λαμβάνοντες, οὔτ᾽ ἄλλως μεγάλην οἴονται δεῖν τῷ διδόντι αὐτὸ χάριν ἔχειν ἅτε μηδὲν παρὰ δόξαν εὑρισκόμενοι, καὶ προσέτι καὶ ὀκνοῦσι τοῦτο ποιεῖν, ἵνα μὴ καὶ ἀναξίους ἐν τούτῳ σφᾶς τοῦ καλῶς πάσχειν ἀποφήνωσιν: οἱ δὲ ὧν ἐλπίζουσιν ἀτυχοῦντες λυποῦνται κατ᾽ ἀμφότερα, τοῦτο μὲν ὡς οἰκείου τινὸς στερισκόμενοι ῾πάντες γὰρ ἔχειν ἤδη νομίζουσιν ὧν ἂν ἐπιθυμήσωσἰ, τοῦτο δὲ ὡς καὶ αὐτοὶ ἑαυτῶν ἀδικίαν τινὰ καταγιγνώσκοντες, ἂν ῥᾳδίως ἐπὶ τῷ μὴ τυχεῖν ὧν ἂν προσδοκήσωσι φέρωσι. καὶ γὰρ ὁ ὀρθῶς διδοὺς τὰ τοιαῦτα τό τε κατ᾽ ἀξίαν ἑκάστου δῆλον ὅτι πρὸ πάντων προσκοπεῖ, καὶ τοὺς μὲν τιμᾷ τοὺς δὲ παρορᾷ, ὥστε καὶ ἐκ τῆς ἐκείνου γνώμης τοῖς μὲν φρόνημα τοῖς δ᾽ ἀγανάκτησιν ὑπ᾽ αὐτοῦ τοῦ συνειδότος σφῶν προσγίγνεσθαι. ὡς ἄν γέ τις τοῦτ᾽ εὐλαβούμενος ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ, τὸ σύμπαν ἁμαρτήσεται: οἵ τε γὰρ πονηροὶ παρὰ τὸ προσῆκον τιμώμενοι χείρους ἄν, ἤτοι καὶ ἐπαινεῖσθαι ὡς ἀγαθοὶ ἢ πάντως γε θεραπεύεσθαι ὡς φοβεροὶ δοκοῦντες, γίγνοιντο, καὶ οἱ χρηστοὶ μηδὲν πλεῖον αὐτῶν εὑρισκόμενοι, ἀλλ᾽ ἐξ ἴσου σφίσιν ἀγόμενοι, μᾶλλον ἂν ἐκ τῆς πρὸς ἐκείνους ἰσομοιρίας λυποῖντο ἢ τῷ καὶ αὐτοί τινος ἀξιοῦσθαι χαίροιεν, κἀκ τούτου τήν τε ἐπιτήδευσιν τῶν κρειττόνων ἐῷεν ἂν καὶ τὴν ζήλωσιν τῶν χειρόνων μετέρχοιντο, καὶ οὕτω κἂν ἐξ αὐτῶν τῶν τιμῶν οὔθ᾽ οἱ διδόντες αὐτὰς ἀγαθόν τι καρποῖντο καὶ οἱ λαμβάνοντες κακίους γίγνοιντο. ὥστε σοι τοῦτο, ὃ μάλιστα ἄν τισιν ἐν ταῖς μοναρχίαις ἀρέσειε, δυσμεταχειριστότατον συμβῆναι.

XIII. ταῦτά τε οὖν καὶ τἆλλα ἃ μικρῷ πρόσθεν εἶπον ἐνθυμηθεὶς φρόνησον ἕως ἔξεστί σοι, καὶ ἀπόδος τῷ δήμῳ καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη καὶ τὰς ἀρχὰς καὶ τὰ χρήματα. ἂν μὲν γὰρ ἤδη τε καὶ ἑκὼν αὐτὸ ποιήσῃς, ἐνδοξότατός τε ἅμα ἀνθρώπων ἔσῃ καὶ ἀσφαλέστατος: ἂν δ᾽ ἀναμείνῃς βίαν τινά σοι προσαχθῆναι, τάχ᾽ ἄν τι δεινὸν μετὰ κακοδοξίας πάθοις. τεκμήριον δέ, Μάριος μὲν καὶ Σύλλας καὶ Μέτελλος, καὶ Πομπήιος τὸ πρῶτον, ἐν κράτει τῶν πραγμάτων γενόμενοι οὔτ᾽ ἠθέλησαν δυναστεῦσαι οὔτ᾽ ἔπαθον παρὰ τοῦτο δεινὸν οὐδέν: Κίννας δὲ δὴ καὶ Στράβων, ὅ τε Μάριος ὁ ἕτερος καὶ ὁ Σερτώριος, ὅ τε Πομπήιος αὐτὸς μετὰ ταῦτα, τῆς δυναστείας ἐπιθυμήσαντες κακῶς ἀπώλοντο. δυσχερὲς γάρ ἐστι τὴν πόλιν ταύτην, τοσούτοις τε ἔτεσι δεδημοκρατημένην καὶ τοσούτων ἀνθρώπων ἄρχουσαν, δουλεῦσαί τινι ἐθελῆσαι. καὶ ἀκούεις μὲν ὅτι τὸν Κάμιλλον ὑπερώρισαν, ἐπειδὴ λευκοῖς ἵπποις ἐς τὰ ἐπινίκια ἐχρήσατο, ἀκούεις δὲ ὅτι τὸν Σκιπίωνα κατέλυσαν, ἐπειδή τινα πλεονεξίαν αὐτοῦ κατέγνωσαν, μέμνησαι δὲ ὅπως τῷ πατρί σου προσηνέχθησαν, ὅτι τινὰ ὑποψίαν ἐς αὐτὸν μοναρχίας ἔσχον. καίτοι τούτων μὲν ἀμείνους ἄνδρες οὐδένες ἄλλοι γεγόνασιν. οὐ μέντοι καὶ ἁπλῶς οὕτω συμβουλεύω σοι τὴν ἀρχὴν ἀφεῖναι, ἀλλὰ πάντα τὰ συμφέροντα τῷ δημοσίῳ προπρᾶξαι καὶ δόγμασι καὶ νόμοις ἃ προσήκει κατακλεῖσαι, καθάπερ που καὶ ὁ Σύλλας ἐποίησε: καὶ γὰρ εἴ τινα αὐτῶν μετὰ ταῦτα ἀνετράπη, ἀλλὰ τά γε πλείω καὶ μείζω διαμένει. καὶ μὴ εἴπῃς ὅτι καὶ ὣς στασιάσουσί τινες, ἵνα μὴ καὶ ἐγὼ αὖθις εἴπω ὅτι πολλῷ μᾶλλον οὐκ ἂν ἀνάσχοιντο μοναρχούμενοι. ὡς εἴγε πάνθ᾽ ὅσα ἐνδέχεταί τισι συνενεχθῆναι προσκοποίμεθα, ἀλογώτατα ἂν τὰς διχοστασίας τὰς ἐκ τῆς δημοκρατίας συμβαινούσας φοβηθείημεν ἂν μᾶλλον ἢ τὰς τυραννίδας τὰς ἐκ τῆς μοναρχίας ἐκφυομένας. περὶ ὧν τῆς δεινότητος οὐδὲ ἐπεχείρησά τι εἰπεῖν: οὐ γὰρ δὴ καὶ καταδραμεῖν ἄλλως εὐκατηγόρητον οὕτω πρᾶγμα ἠθέλησα, ἀλλὰ δεῖξαί σοι τοῦθ᾽ ὅτι τοιοῦτόν ἐστι τῇ φύσει ὥστε μηδὲ τοὺς χρηστοὺς ἄνδρας ...

XIV. οὔτε πεῖσαί τι ῥᾳδίως ὑπὸ παρρησίας τοὺς οὐχ ὁμοίους δύνανταἰ κἀν ταῖς πράξεσιν ἅτε μὴ ὁμογνωμονούντων σφῶν κατορθοῦσιν. ὥστε εἴ τι κήδῃ τῆς πατρίδος, ὑπὲρ ἧς τοσούτους πολέμους πεπολέμηκας, ὑπὲρ ἧς καὶ τὴν ψυχὴν ἡδέως ἂν ἐπιδοίης, μεταρρύθμισον αὐτὴν καὶ κατακόσμησον πρὸς τὸ σωφρονέστερον. τὸ γὰρ ἐξεῖναί τισι πάνθ᾽ ἁπλῶς ὅσα 37 βούλονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρονούντων ἐξετάζῃς, εὐδαιμονίας ἅπασιν αἴτιον γίγνεται, ἂν δὲ ἐπὶ τῶν ἀνοήτων, συμφορᾶς: καὶ διὰ τοῦτο ὁ μὲν τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὶ δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει, ὁ δ᾽ ἐκείνοις τά τε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ βουλομένους σώζει. διόπερ καὶ σὲ ἀξιῶ μὴ πρὸς τὰς εὐπρεπείας τῶν ὀνομάτων ἀποβλέψαντα ἀπατηθῆναι, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτῶν προσκοπήσαντα τήν τε θρασύτητα τοῦ ὁμίλου παῦσαι καὶ τὴν διοίκησιν τῶν κοινῶν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τοῖς ἀρίστοις προσθεῖναι, ἵνα βουλεύωσι μὲν οἱ φρονιμώτατοι, ἄρχωσι δὲ οἱ στρατηγικώτατοι, στρατεύωνται δὲ καὶ μισθοφορῶσιν οἵ τε ἰσχυρότατοι καὶ οἱ πενέστατοι. οὕτω γὰρ τά τε ἐπιβάλλοντά σφισιν ἔκαστοι προθύμως ποιοῦντες, καὶ τὰς ὠφελίας ἀλλήλοις ἑτοίμως ἀντιδιδόντες, οὔτε τῶν ἐλαττωμάτων, ἐν οἷς καταδέουσί τινων, ἐπαισθήσονται, καὶ τὴν δημοκρατίαν τὴν ἀληθῆ τήν τε ἐλευθερίαν τὴν ἀσφαλῆ κτήσονται: ἐκείνη μὲν γὰρ ἡ τοῦ ὄχλου ἐλευθερία τοῦ τε βελτίστου δουλεία πικροτάτη γίγνεται καὶ κοινὸν ἀμφοῖν ὄλεθρον φέρει, αὕτη δὲ τό τε σῶφρον πανταχοῦ προτιμῶσα καὶ τὸ ἴσον ἅπασι κατὰ τὴν ἀξίαν ἀπονέμουσα πάντας ὁμοίως εὐδαίμονας τοὺς χρωμένους αὐτῇ ποιεῖ.

XV. μὴ γάρ τοι οἰηθῇς ὅτι τυραννῆσαί σοι, τόν τε δῆμον καὶ τὴν βουλὴν δουλωσαμένῳ, παραινῶ. τοῦτο μὲν γὰρ οὔτ᾽ ἂν ἐγώ ποτε εἰπεῖν οὔτ᾽ ἂν σὺ πρᾶξαι τολμήσειας: ἐκεῖνα δὲ δὴ καὶ καλὰ καὶ χρήσιμα καὶ σοὶ καὶ τῇ πόλει γένοιτο ἄν, τό τε πάντα τὰ προσήκοντα αὐτόν σε μετὰ τῶν ἀρίστων ἀνδρῶν νομοθετεῖν, μηδενὸς τῶν πολλῶν μήτ᾽ ἀντιλέγοντος αὐτοῖς μήτ᾽ ἐναντιουμένου, καὶ τὸ τοὺς πολέμους πρὸς τὰ ὑμέτερα βουλήματα διοικεῖσθαι, πάντων αὐτίκα τῶν ἄλλων τὸ κελευόμενον ποιούντων, τό τε τὰς τῶν ἀρχόντων αἱρέσεις ἐφ᾽ ὑμῖν εἶναι, καὶ τὸ τὰς τιμὰς τάς τε τιμωρίας ὑμᾶς ὁρίζειν, ἵνα καὶ νόμος εὐθὺς ᾖ πᾶν ὅ τι ἂν βουλευσαμένῳ σοι μετὰ τῶν ὁμοτίμων ἀρέσῃ, καὶ οἱ πολέμιοι κρύφα καὶ κατὰ καιρὸν πολεμῶνται, οἵ τε τι ἐγχειριζόμενοι ἀπ᾽ ἀρετῆς ἀλλὰ μὴ κλήρῳ καὶ σπουδαρχίᾳ ἀποδεικνύωνται, καὶ οἱ μὲν ἀγαθοὶ ἄνευ φθόνου τιμῶνται, οἱ δὲ κακοὶ ἄνευ συστάσεως κολάζωνται. οὕτω γὰρ ἂν μάλιστα τά τε πραττόμενα ὀρθῶς διοικηθείη, μήτε ἐς τὸ κοινὸν ἀναφερόμενα μήτε ἐν τῷ φανερῷ βουλευόμενα μήτε τοῖς παρακελευστοῖς ἐπιτρεπόμενα μήτε ἐκ φιλοτιμίας κινδυνευόμενα, καὶ τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν ἡδέως ἀπολαύσαιμεν, μήτε πολέμους ἐπικινδύνους μήτε στάσεις ἀνοσίους: ποιούμενοι. ταῦτα γὰρ πᾶσα μὲν δημοκρατία ἔχει: οἱ γὰρ δυνατώτεροι, τῶν τε πρωτείων ὀρεγόμενοι καὶ τοὺς ἀσθενεστέρους μισθούμενοι, πάντα ἄνω καὶ κάτω φύρουσι: πλεῖστα δὲ δὴ παρ᾽ ἡμῖν γέγονε, καὶ οὐκ ἔστιν ὅπως ἄλλως παύσεται. τεκμήριον δέ, πάμπολυς ἐξ οὗ χρόνος καὶ πολεμοῦμεν καὶ στασιάζομεν. αἴτιον δὲ τό τε πλῆθος τῶν ἀνθρώπων καὶ τὸ μέγεθος τῶν πραγμάτων: ἐκεῖνοί τε γὰρ παντοδαποὶ καὶ τὰ γένη καὶ τὰς φύσεις ὄντες καὶ ποικίλας καὶ τὰς ὀργὰς καὶ τὰς ἐπιθυμίας ἔχουσι, καὶ ταῦτα ἐς τοσοῦτον προῆκται ὥστε καὶ πάνυ δυσχερῶς ἂν διοικηθῆναι.

XVI. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, μαρτυρεῖ τὰ γεγονότα. τέως μὲν γὰρ οὔτε πολλοὶ ἦμεν οὔτε μεγάλῳ τινὶ τῶν πλησιοχώρων διεφέρομεν, καλῶς τε ἐπολιτευόμεθα καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν κατεστρεψάμεθα: ἀφ᾽ οὗ δὲ ἔξω αὐτῆς ἐξήχθημεν, καὶ ἐπὶ πολλὰ καὶ τῶν ἠπείρων καὶ τῶν νήσων ἐπεραιώθημεν, καὶ πᾶσαν μὲν τὴν θάλασσαν πᾶσαν δὲ τὴν γῆν καὶ τοῦ ὀνόματος καὶ τῆς δυνάμεως ἡμῶν ἐνεπλήσαμεν, οὐδενὸς χρηστοῦ μετεσχήκαμεν, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ ἐντὸς τοῦ τείχους κατὰ συστάσεις ἐστασιάσαμεν, ἔπειτα δὲ καὶ ἐς τὰ στρατόπεδα τὸ νόσημα τοῦτο προηγάγομεν. καὶ διὰ ταῦθ᾽ ἡ πόλις ἡμῶν, ὥσπερ ὁλκὰς μεγάλη καὶ πλήρης ὄχλου παντοδαποῦ χωρὶς κυβερνήτου, πολλὰς ἤδη γενεὰς ἐν κλύδωνι πολλῷ φερομένη σαλεύει τε καὶ ᾄττει δεῦρο κἀκεῖσε, καθάπερ ἀνερμάτιστος οὖσα. μήτ᾽ οὖν χειμαζομένην ἔτ᾽ αὐτὴν περιίδῃς, ὁρᾷς γὰρ ὡς ὑπέραντλός ἐστι, μήτε περὶ ἕρμα περιρραγῆναι ἐάσῃς, σαθρὰ γάρ ἐστι καὶ οὐδένα ἔτι χρόνον ἀντισχεῖν δυνήσεται: ἀλλ᾽ ἐπειδήπερ οἱ θεοὶ ἐλεήσαντες αὐτὴν καὶ ἐπιγνώμονά σε καὶ ἐπιστάτην αὐτῆς ἐπέστησαν, μὴ προδῷς τὴν πατρίδα, ἵν᾽ ὥσπερ νῦν διὰ σὲ μικρὸν ἀναπέπνευκεν, οὕτω καὶ τὸν λοιπὸν αἰῶνα μετ᾽ ἀσφαλείας διαγάγῃ.

XVII. ὅτι μὲν οὖν ὀρθῶς σοι παραινῶ, μοναρχεῖσθαι τὸν δῆμον ἀξιῶν, πάλαι σε ἡγοῦμαι πεπεῖσθαι: τούτου δὲ δὴ οὕτως ἔχοντος καὶ ἑτοίμως καὶ προθύμως τὴν προστασίαν αὐτοῦ ἀνάδεξαι, μᾶλλον δὲ μὴ προῇ. οὐδὲ γὰρ οὐδ᾽ ὑπὲρ τοῦ λαβεῖν τι βουλευόμεθα, ἀλλ᾽ ὑπὲρ τοῦ μὴ ἀπολέσαι καὶ προσέτι καὶ κινδυνεῦσαι. τίς γάρ σου φείσεται, ἄν τε ἐς τὸν δῆμον τὰ πράγματ᾽ ἀνώσῃς, ἄν τε καὶ ἑτέρῳ τινὶ ἐπιτρέψῃς, παμπόλλων μὲν ὄντων τῶν ὑπὸ σοῦ λελυπημένων, πάντων δ᾽ ὡς εἰπεῖν τῆς μοναρχίας ἀντιποιησομένων, ὧν οὐδεὶς οὔτε μὴ ἀμύνασθαί σε ἐφ᾽ οἷς πεποίηκας οὔτ᾽ ἀντίπαλον ὑπολιπέσθαι ἐθελήσει. τεκμήριον δὲ ὅτι καὶ ὁ Πομπήιος ἐκστὰς τῆς δυναστείας καὶ κατεφρονήθη καὶ ἐπεβουλεύθη, κἀκ τούτου μηκέτ᾽ αὐτὴν ἀναλαβεῖν δυνηθεὶς ἐφθάρη, καὶ ὁ Καῖσαρ ὁ πατὴρ ὁ σὸς τὸ αὐτὸ τοῦτο ποιήσας προσαπώλετο. πάντως δ᾽ ἂν καὶ ὁ Μάριος καὶ ὁ Σύλλας ὅμοια αὐτοῖς ἐπεπόνθεσαν, εἰ μὴ προετεθνήκεσαν. καίτοι τὸν Σύλλαν φασί τινες αὐτὸ τοῦτο φοβηθέντα φθῆναι καὶ ἑαυτὸν ἀναχρήσασθαι: συχνὰ γοῦν τῶν νομοθετηθέντων ὑπ᾽ αὐτοῦ ζῶντος ἔτ᾽ αὐτοῦ λύεσθαι ἤρξατο. ὥστε καὶ σὺ πολλοὺς μὲν Λεπίδους πολλοὺς δὲ Σερτωρίους Βρούτους Κασσίους γενήσεσθαί σοι προσδόκα.

XVIII. ταῦτά τε οὖν ἰδὼν καὶ τἆλλα πάντα λογισάμενος, μὴ προῇ καὶ σεαυτὸν καὶ τὴν πατρίδα, ἵνα μὴ δόξῃς τισὶν ἐθελούσιος τῆς ἀρχῆς ἐφεῖσθαι. πρῶτον μὲν γάρ, ἂν καὶ τοῦτο τις ὑποπτεύσῃ, οὔτ᾽ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου τὸ ἐπιθύμημά ἐστι, καὶ καλὸς ὁ κίνδυνος αὐτοῦ: ἔπειτα δὲ τίς οὐκ οἶδε τὴν ἀνάγκην ὑφ᾽ ἧς ἐς τὰ πράγματα ταῦτα προήχθης; ὥστε εἴπερ τι αἰτίαμα αὐτῆς ἐστι, τοῖς τοῦ πατρός σου σφαγεῦσι δικαιότατα ἄν τις αὐτὸ ἐγκαλέσειεν: εἰ γὰρ ἐκεῖνοι μήτ᾽ ἀδίκως μήτ᾽ οἰκτρῶς οὕτως αὐτὸν ἀπεκτόνεσαν, οὔτ᾽ ἂν τὰ ὅπλα ἀντήρω, οὔτ᾽ ἂν τὰ στρατεύματα συνελέξω, οὔτ᾽ ἂν Ἀντωνίῳ καὶ Λεπίδῳ συνέθου, οὔτ᾽ ἂν αὐτοὺς ἐκείνους ἠμύνω. καὶ ὅτι μὲν ὀρθῶς καὶ δικαίως πάντα ταῦτ᾽ ἐποίησας, οὐδεὶς ἀγνοεῖ: εἰ δ᾽ οὖν τι καὶ πεπλημμέληται, ἀλλ᾽ οὔτι καὶ μεταθέσθαι ἔτ᾽ ἀσφαλῶς δυνάμεθα. ὥστε καὶ ἡμῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως πεισθῶμεν τῇ τύχῃ τῇ τὴν μοναρχίαν σοι διδούσῃ. καὶ χάριν γε μεγάλην αὐτῇ ἔχωμεν, ὅτι μὴ μόνον τῶν κακῶν τῶν ἐμφυλίων ἀπέλυσεν ἡμᾶς, ἀλλὰ καὶ τὴν κατάστασιν τῆς πολιτείας ἐπὶ σοὶ πεποίηται, ἵν᾽ ἐπιμεληθεὶς αὐτῆς ὥσπερ προσήκει, δείξῃς ἅπασιν ἀνθρώποις ὅτι ἐκεῖνα μὲν ἄλλοι καὶ ἐτάραξαν καὶ ἐκακούργησαν, σὺ δὲ δὴ χρηστὸς εἶ. καὶ μή μοι τὸ μέγεθος τῆς ἀρχῆς φοβηθῇς. ὅσῳ τε γὰρ πλείων ὑπάρχει, τόσῳ πλείω καὶ τὰ σώζοντα ἔχει, καὶ μακρῷ τὸ φυλάξαι τι τοῦ κτήσασθαι ῥᾷόν ἐστι: πρὸς μὲν γὰρ τὸ τἀλλότρια προσποιήσασθαι καὶ πόνων καὶ κινδύνων δεῖ, πρὸς δὲ τὸ τὰ ὑπάρχοντα σῶσαι βραχεῖα φροντὶς ἀρκεῖ. μὴ μέντοι μηδὲ δείσῃς ὅτι οὐχὶ καὶ ἀσφαλέστατα ἐν αὐτῇ βιώσῃ καὶ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν ἀπολαύσεις, ἄν γε ἐθελήσῃς αὐτὴν ὡς παραινέσω σοι διοικῆσαι. καί με μὴ νομίσῃς ἀπαρτᾶν ἀπὸ τῆς παρούσης ὑποθέσεως τὸν λόγον, ἂν ἐπὶ πλεῖόν σοι περὶ αὐτῆς διαλεχθῶ: οὐ γάρ που καὶ ὑπ᾽ ἀδολεσχίας τινὸς ἄλλως τοῦτο ποιήσω, ἀλλ᾽ ἵνα ἀκριβῶς καταμάθῃς ὅτι καὶ δυνατὸν καὶ ῥᾴδιον τῷ γε ἔμφρονι τὸ καὶ καλῶς καὶ ἀκινδύνως ἄρξαι ἐστί.

XIX. φημὶ τοίνυν χρῆναί σε κατὰ πρώτας εὐθὺς τὸ βουλευτικὸν πᾶν καὶ φυλοκρινῆσαι καὶ διαλέξαι, ἐπειδή τινες οὐκ ἐπιτήδειοι διὰ τὰς στάσεις βεβουλεύκασι, καὶ τοὺς μὲν ἀρετήν τινα αὐτῶν ἔχοντας κατασχεῖν, τοὺς δὲ λοιποὺς ἀπαλεῖψαι. μὴ μέντοι καὶ διὰ πενίαν τινὰ ἀγαθόν γε ἄνδρα ὄντα ἀπαλλάξῃς, ἀλλὰ καὶ χρήματα αὐτῷ τὰ ἀναγκαῖα δός. ἀντὶ δὲ δὴ τῶν ἄλλων τούς τε γενναιοτάτους καὶ τοὺς ἀρίστους τούς τε πλουσιωτάτους ἀντεσάγαγε, μὴ μόνον ἐκ τῆς Ἰταλίας ἀλλὰ καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων ἐπιλεξάμενος: οὕτω γὰρ σύ τε πολλοῖς συνεργοῖς χρήσῃ, καὶ τοὺς κορυφαίους ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν ἀσφαλεῖ ποιήσῃ, καὶ οὔτε ἐκεῖνα νεοχμώσει τι μηδένα ἐλλόγιμον προστάτην ἔχοντα, καὶ οἱ πρωτεύοντες παρ᾽ αὐτοῖς φιλήσουσί σε ἅτε καὶ κοινωνοί σοι τῆς ἀρχῆς γεγονότες. τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἱππέων ποίησον. τοὺς γὰρ τὰ δευτερεῖα ἑκασταχόθι καὶ γένει καὶ ἀρετῇ καὶ πλούτῳ φερομένους ἐς τὴν ἱππάδα κατάλεξον, τοσούτους ἑκατέρους ἀντεγγράψας ὅσοι ποτ᾽ ἂν ἀρέσωσί σε, μηδὲν περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογούμενος: ὅσῳ γὰρ ἂν πλείους εὐδόκιμοι ἄνδρες συνῶσί σοι, τοσούτῳ ῥᾷον αὐτός τε ἐν δέοντι πάντα διοικήσεις, καὶ τοὺς ἀρχομένους πείσεις ὅτι οὔτε ὡς δούλοις σφίσιν οὔθ᾽ ὡς χείροσί πῃ ἡμῶν οὖσι χρῇ, ἀλλὰ τά τε ἄλλα ἀγαθὰ πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ τὴν ἡγεμονίαν αὐτοῖς κοινοῖ, ὅπως ὡς οἰκείαν αὐτὴν σπουδάζωσι. καὶ τοσοῦτόν γε δέω τοῦθ᾽ ὡς οὐκ ὀρθῶς εἰρημένον ἀναθέσθαι, ὥστε καὶ τῆς πολιτείας πᾶσί σφισι μεταδοθῆναί φημι δεῖν, ἵνα καὶ ταύτης ἰσομοιροῦντες πιστοὶ σύμμαχοι ἡμῖν ὦσιν, ὥσπερ τινὰ μίαν τὴν ἡμετέραν πόλιν οἰκοῦντες, καὶ ταύτην μὲν ὄντως πόλιν τὰ δὲ δὴ σφέτερα ἀγροὺς καὶ κώμας νομίζοντες εἶναι. ἀλλὰ περὶ μὲν τούτου αὖθις ἀκριβέστερον σκεψόμεθα ἃ χρὴ πρᾶξαι, ἵνα μὴ καὶ πάντα.

XX. ἀθρόα αὐτοῖς χαρισώμεθα: καταλέγεσθαι δὲ χρὴ ἐς μὲν τὴν ἱππάδα ὀκτωκαιδεκέτεις, ἐν γὰρ ταύτῃ τῇ ἡλικίᾳ μάλιστα ἥ τε τῶν σωμάτων αὐτῶν εὐεξία καὶ ἡ τῶν ψυχῶν ἐπιτηδειότης διαφαίνεται, ἐς δὲ τὸ συνέδριον πεντεκαιεικοσιέτεις: πῶς γὰρ οὐκ αἰσχρὸν καὶ σφαλερόν ἐστι τὰ μὲν οἰκεῖα μηδενὶ πρὸ ταύτης τῆς ἡλικίας ἐπιτρέπεσθαι, τὰ δὲ δημόσια καὶ νεωτέροις τισὶν ἐγχειρίζεσθαι; ταμιεύσαντές τε καὶ ἀγορανομήσαντες ἢ δημαρχήσαντες στρατηγείτωσαν, τριακοντοῦται γενόμενοι. ταύτας τε γὰρ τὰς ἀρχὰς καὶ τὰς τῶν ὑπάτων μόνας οἴκοι, τῆς τε τῶν πατρίων μνήμης ἕνεκα καὶ τοῦ μὴ παντελῶς τὴν πολιτείαν μεταλλάττειν δοκεῖν, ἀποδεικνύναι σέ φημι χρῆναι. αὐτὸς μέντοι σὺ πάντας αὐτοὺς αἱροῦ, καὶ μήτε ἐπὶ τῷ πλήθει ἢ καὶ τῷ δήμῳ ἔτι τινὰ αὐτῶν ποιήσῃ, στασιάσουσι γάρ, μήτε ἐπὶ τῷ συνεδρίῳ, διασπουδάσονται γάρ. μὴ μέντοι καὶ τὰς δυνάμεις σφῶν τὰς ἀρχαίας τηρήσῃς, ἵνα μὴ τὰ αὐτὰ αὖθις γένηται, ἀλλὰ τὴν μὲν τιμὴν φύλαξον, τῆς δ᾽ ἰσχύος παράλυσον τοσοῦτον ὅσον μήτε τοῦ ἀξιώματός τι αὐτῶν ἀφαιρήσει καὶ τοῖς νεωτερίσαι τι ἐθελήσουσι μὴ ἐπιτρέψει. ἔσται δὲ τοῦτο, ἂν τά τε ἄλλα καὶ ἐνδήμους αὐτοὺς ἀποφήνῃς, καὶ μήτε ἐν τῷ τῆς ἀρχῆς καιρῷ ὅπλα τινὶ αὐτῶν ἐγχειρίσῃς μήτε εὐθύς, ἀλλὰ χρόνου διελθόντος, ὅσον ἂν αὐτάρκη ἑκάστῳ σφῶν νομίσῃς εἶναι. οὕτω γὰρ οὔτε τινὲς νεοχμώσουσι, στρατοπέδων κύριοι ἐν τῷ τῶν ὀνομάτων φρονήματι γενόμενοι, καὶ χρόνον τινὰ ἰδιωτεύσαντες πεπανθήσονται. καὶ οὗτοι μὲν τάς τε πανηγύρεις, οἵ γε καὶ προσήκοντές σφισιν, ἐπιτελείτωσαν, καὶ τὰς δίκας πάντες ὡς ἕκαστοι, πλὴν τῶν φονικῶν, ἐν τῷ τῆς ἐνδήμου ἀρχῆς χρόνῳ δικαζέτωσαν: συναγέσθω μὲν γὰρ δικαστήρια καὶ ἐκ τῶν ἄλλων βουλευτῶν τῶν τε ἱππέων, τὸ δ᾽ ὅλον ἐς ἐκείνους ἀνακείσθω.

XXI. Πολίαρχος δὲ δή τις ἔκ τε τῶν προηκόντων καὶ ἐκ τῶν πάντα τὰ καθήκοντα προπεπολιτευμένων ἀποδεικνύσθω, οὐχ ἵνα ἀποδημησάντων που τῶν ὑπάτων ἄρχῃ, ἀλλ᾽ ἵνα τά τε ἄλλα ἀεὶ τῆς πόλεως προστατῇ, καὶ τὰς δίκας τάς τε παρὰ πάντων ὧν εἶπον ἀρχόντων ἐφεσίμους τε καὶ ἀναπομπίμους καὶ τὰς τοῦ θανάτου τοῖς τε ἐν τῇ πόλει, πλὴν ὧν ἂν εἴπω, καὶ τοῖς ἔξω αὐτῆς μέχρι πεντήκοντα καὶ ἑπτακοσίων σταδίων οἰκοῦσι κρίνῃ. ἕτερός τέ τις ἐκ τῶν ὁμοίων καὶ αὐτὸς αἱρείσθω ὥστε τά τε γένη καὶ τὰς οὐσίας τούς τε τρόπους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἀνδρῶν τε ὁμοίως καὶ παίδων γυναικῶν τε τῶν προσηκουσῶν αὐτοῖς, ἐξετάζειν τε καὶ ἐπισκοπεῖν, καὶ τὰ μὲν αὐτὸν ἐπανορθοῦν ὅσα μήτε τινὸς τιμωρίας ἄξιά ἐστι καὶ παρορώμενα πολλῶν καὶ μεγάλων κακῶν αἴτια γίγνεται, τὰ δὲ δὴ μείζω σοὶ ἐπικοινοῦσθαι. βουλευτῇ γάρ τινι, καὶ τῷ γε ἀρίστῳ μετὰ τὸν πολίαρχον, μᾶλλον ἤ τινι τῶν ἱππέων προστετάχθαι τοῦτο δεῖ. καὶ τό γε ὄνομα ἀπὸ τῆς σῆς τιμαρχίας ῾πάντως γάρ σε προεστάναι τῶν τιμήσεων προσήκεἰ εἰκότως ἂν λάβοι, ὥστε ὑποτιμητὴς καλεῖσθαι. ἀρχέτωσαν δὲ δὴ οἱ δύο οὗτοι διὰ βίου, ἄν γε μὴ κακυνθῇ τις αὐτῶν τρόπον τινὰ ἢ καὶ νοσώδης ἢ καὶ ὑπεργήρως γένηται. ἐκ μὲν γὰρ τῆς χρονίου ἀρχῆς οὐδὲν ἂν δεινόν, ἅτε ὁ μὲν παντελῶς ἄοπλος ὤν, ὁ δ᾽ ὀλίγους τε στρατιώτας ἔχων καὶ ἐν τοῖς σοῖς ὀφθαλμοῖς τὸ πλεῖστον ἄρχων, ἐργάσαιντο: ἐκ δὲ δὴ τοῦ ἐτείου καὶ ὀκνήσειαν ἂν προσκροῦσαί τινι καὶ φοβηθεῖεν ἐρρωμένως τι πρᾶξαι, τήν τε ἑαυτῶν ἰδιωτείαν καὶ τὴν ἄλλων τινῶν δυναστείαν προορώμενοι. καὶ μισθόν γέ τινα φερέτωσαν καὶ τῆς ἀσχολίας ἕνεκα καὶ τῆς ἀξιώσεως. περὶ μὲν δὴ τούτων ταύτην σοι τὴν γνώμην δίδωμι, οἱ δὲ δὴ στρατηγήσαντες ἀρχέτωσάν τινα ἀρχὴν ἐν τοῖς ὑπηκόοις ῾πρὶν γὰρ στρατηγῆσαί σφας οὐχ ἡγοῦμαι δεῖν τοῦτο γίγνεσθαι: ἐκεῖνοι δ᾽ ὑποστρατηγείτωσαν οἷς ἂν εἴπω, καὶ ἅπαξ καὶ δεύτερον᾽, εἶθ᾽ οὕτως ὑπατευέτωσαν, ἄν γε καὶ ὀρθῶς διάρξωσι, καὶ μετὰ ταῦτα τὰς μείζους.

XXII. ἡγεμονίας λαμβανέτωσαν. ὧδε γὰρ συμβουλεύω σοι διατάξαι. τήν τε Ἰταλίαν πᾶσαν τὴν ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους ἀπὸ τῆς πόλεως σταδίους οὖσαν, καὶ τἆλλα πάντα τά τε ἐν ταῖς νήσοις καὶ τὰ ἐν ταῖς ἠπείροις ὁμολογοῦντα ἡμῖν, κατάνειμον ἑκασταχόθι κατά τε γένη καὶ ἔθνη, τάς τε πόλεις ἁπάσας, ὅσας γε καὶ αὔταρκές ἐστιν ὑφ᾽ ἑνὸς ἀνδρὸς αὐτοτελοῦς ἄρχεσθαι: κἀνταῦθα στρατιώτας ἐγκατάστησον, καὶ ἄρχοντας καθ᾽ ἑκάστους ἕνα μὲν ἐκ τῶν ὑπατευκότων ἐπὶ πᾶσι πέμπε, δύο δὲ ἐκ τῶν ἐστρατηγηκότων, τὸν μὲν ἄρτι ἐκ τῆς πόλεως ἐξιόντα, καὶ αὐτῷ τά τε ἰδιωτικὰ πράγματα καὶ ἡ τῶν ἐπιτηδείων παρασκευὴ προσκείσθω, τὸν δὲ ἐκ τῶν τοῦτο πεποιηκότων, ὃς τά τε κοινὰ τῶν πόλεων διοικήσει καὶ τῶν στρατιωτῶν ἄρξει, πλὴν ὅσα ἀτιμίας ἢ θανάτου ἔχεται. ταῦτα γὰρ ἐς μόνον τὸν ὑπατευκότα ἄρχοντα ἀνηκέτω, πλὴν περί τε τῶν ἑκατοντάρχων τῶν ἐν τοῖς καταλόγοις ὄντων καὶ περὶ τῶν ἰδιωτῶν τῶν παρ᾽ ἑκάστοις πρώτων: τούτους γὰρ δὴ ἑκατέρους μηδενὶ ἄλλῳ κολάζειν ἐπιτρέψῃς, ἵνα μὴ οὕτω τινὰ αὐτῶν φοβῶνται ὥστε ποτὲ καὶ κατὰ σοῦ τι πρᾶξαι. ὃ δ᾽ εἶπον, ὅτι τὸν ἕτερον τῶν ἐστρατηγηκότων ἐπὶ τοῖς στρατιώταις ἐπιτετάχθαι δεῖ, τοιοῦτόν ἐστιν. ἂν μὲν ὀλίγοι τινὲς ἐν ξενικοῖς τείχεσιν ἢ καὶ ἐν ἑνὶ πολιτικῷ στρατεύωνται, καλῶς ἔχει τοῦτο γίγνεσθαι: ἂν δὲ δύο πολιτικὰ στρατεύματα ἐν ταὐτῷ ἔθνει χειμάζῃ ῾πλείω γὰρ τούτων οὐκ ἂν συμβουλεύσαιμί σοι τῷ αὐτῷ ἄρχοντι ἐπιτρέψαἰ, δεήσει που τοὺς δύο τοὺς ἐστρατηγηκότας καὶ ἐκείνων, ἰδίᾳ ἑκατέρου, καὶ τῶν ἄλλων τῶν τε πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ὁμοίως προΐστασθαι. ὁ δ᾽ οὖν ὑπατευκὼς ταῦτά τε ... καὶ προσέτι καὶ τὰς δίκας τάς τε ἐκκλήτους καὶ τὰς ἀναπομπίμους τὰς ἀπὸ τῶν στρατηγῶν αὐτῷ φοιτώσας κρινέτω. καὶ μὴ θαυμάσῃς εἰ καὶ τὴν Ἰταλίαν τοιαῦτα μέρη νεῖμαί σοι παραινῶ: πολλή τε γὰρ καὶ πολυάνθρωπος οὖσα ἀδύνατός ἐστιν ὑπὸ τῶν ἐν τῷ ἄστει ἀρχόντων καλῶς διοικεῖσθαι. δεῖ γὰρ τοῖς τε δήμοις τὸν ἄρχοντα ἀεὶ παρεῖναι καὶ τοῖς ἄρχουσι τὰ δυνατὰ προστάσσεσθαι.

XXIII. λαμβανέτωσαν δὲ μισθὸν πάντες οὗτοι οἱ τὰς ἔξω τῆς πόλεως ἀρχὰς ἐπιτρεπόμενοι, πλείω μὲν οἱ μείζους, ἐλάττω δὲ οἱ καταδεέστεροι, μέσον δὲ οἱ μέσοι: οὔτε γὰρ ἀπὸ τῶν οἰκείων οἷόν τέ ἐστιν αὐτοὺς ἐν τῇ ἀλλοτρίᾳ ἀποζῆν, οὔτ᾽ ἀορίστῳ καὶ ἀσταθμήτῳ ἀναλώματι ὥσπερ νῦν χρῆσθαι. καὶ ἀρχέτωσαν μήτε ἔλαττον ἐτῶν τριῶν, εἰ μή τις ἀδικήσειέ τι, μήτε πλεῖον πέντε, τὸ μὲν ὅτι αἱ ἐνιαύσιοι καὶ ὀλιγοχρόνιοι ἀρχαὶ διδάξασαί τινας τὰ ἀναγκαῖα ἀποπέμπουσι πρίν τι αὐτῶν ἀποδειχθῆναι, τὸ δὲ ὅτι αἱ μακρότεραι καὶ πολυχρονιώτεραι ἐπαίρουσί πως πολλοὺς καὶ ἐς νεωτεροποιίαν ἐξάγουσι. διόπερ οὐδὲ ἐπαλλήλας τὰς μείζους ἡγεμονίας οἶμαί τισι προσήκειν δίδοσθαι. οὔτε γὰρ διαφέρει τι ἄν τε ἐν τῷ αὐτῷ ἔθνει ἄν τε καὶ ἐν πλείοσιν ἐφεξῆς ἐπὶ μακρότερον τοῦ δέοντος ἄρχῶσι: καὶ ἀμείνονες γίγνονται, ἐπειδὰν διαλίπωσί τέ τινα χρόνον καὶ οἴκαδε ἐπανέλθωσι καὶ ἰδιωτεύσωσι. τοὺς μὲν δὴ οὖν βουλευτὰς ταῦτά τε καὶ οὕτω. XXIV. διέπειν φημὶ χρῆναι, τῶν δὲ δὴ ἱππέων δύο τοὺς ἀρίστους τῆς περὶ σὲ φρουρᾶς ἄρχειν: τό τε γὰρ ἑνὶ ἀνδρὶ αὐτὴν ἐπιτρέπεσθαι σφαλερὸν καὶ τὸ πλείοσι ταραχῶδές ἐστι. δύο τε οὖν ἔστωσαν οἱ ἔπαρχοι οὗτοι, ἵν᾽ ἂν καὶ ὁ ἕτερος αὐτῶν ἐπαίσθηταί τι τῷ σώματι, μήτι γε καὶ ἐνδεὴς τοῦ φυλάξοντός σε εἴης: καὶ καθιστάσθωσαν ἐκ τῶν πολλάκις τε ἐστρατευμένων καὶ πολλὰ καὶ ἄλλα διῳκηκότων. ἀρχέτωσαν δὲ δὴ τῶν τε δορυφόρων καὶ τῶν λοιπῶν στρατιωτῶν τῶν ἐν τῇ Ἰταλίᾳ πάντων, ὥστε καὶ θανατοῦν τοὺς ἀδικοῦντας αὐτῶν πλὴν τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν τοῖς ἐκ τοῦ βουλευτικοῦ ἄρχουσι προστεταγμένων. τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιούτωσαν, ἵνα ἀπροφασίστως σφίσι χρῆσθαι, ἅτε καὶ κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνωνται: τῶν δ᾽ ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἱ ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους ἔχοντες, καὶ προσέτι καὶ τῶν Καισαρείων τῶν τε ἐν τῇ θεραπείᾳ σου ὄντων καὶ τῶν ἄλλων τῶν λόγου τινὸς ἀξίων. ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὐτοῖς διάγειν ἔσται, ἵνα μὴ καὶ πλείω πράγματα ὧν καλῶς φέρειν δυνήσονται ἐπιταχθέντες ἄσχολοι πρὸς τὰ ἀναγκαῖα ἢ καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστασθαι γένωνται. καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που καὶ ὁ πολίαρχος ὅ θ᾽ ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτωσαν: νυκτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆς τε ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκ τε τῶν ἱππέων τῶν πρώτων μετ᾽ ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀποδεικνύσθωσαν, καθάπερ οἱ ἐκ τοῦ βουλευτικοῦ.

XXV. προχειριζόμενοι. τάς τε διοικήσεις τῶν χρημάτων, τῶν τε τοῦ δήμου καὶ τῶν τῆς ἀρχῆς λέγω, καὶ τὰς ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ καὶ τὰς ἔξω πάσας οἱ ἱππῆς διαχειριζέτωσαν, καὶ μισθὸν οὗτοί τε καὶ οἱ ἄλλοι πάντες οἱ ἐκ τοῦ αὐτοῦ τέλους διοικοῦντές τι, οἱ μὲν πλείονα οἱ δὲ ἐλάττονα, πρός τε τὸ ἀξίωμα καὶ πρὸς τὸ μέγεθος τῆς πράξεως φερέτωσαν, τοῦτο μὲν ὅτι οὐχ οἷόν τέ ἐστιν αὐτούς, ἅτε καὶ πενεστέρους τῶν βουλευτῶν ὄντας, ἀπὸ τῶν οἰκείων, οὐδὲ ἐν τῇ Ῥώμῃ τι πράττοντας, ἀναλίσκειν, ἐκεῖνο δὲ ὅτι μήτε δυνατὸν μήτε συμφέρον ἐστί σοι τοὺς αὐτοὺς τῶν τε δυνάμεων καὶ τῶν χρημάτων κυρίους γίγνεσθαι. πρὸς δ᾽ ἔτι καὶ καλῶς ἔχει διὰ πλειόνων πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διάγεσθαι, ὅπως καὶ ὠφελῶνται ἅμα συχνοὶ καὶ ἔμπειροι τῶν πραγμάτων γίγνωνται: οὕτω γὰρ οἵ τε ἀρχόμενοι μᾶλλον εὐνοήσουσί σοι, πολυειδῆ ἀπόλαυσιν τῶν κοινῶν ἀγαθῶν καρπούμενοι, καὶ σὺ ἀφθονώτατα τοῖς ἀεὶ ἀρίστοις πρὸς πάντα τὰ ἀναγκαῖα χρήσῃ. ἀπόχρη δὲ ἐν μὲν τῇ πόλει καθ᾽ ἕκαστον χρηματίσεως εἶδος, ἔξω δὲ καθ᾽ ἕκαστον ἔθνος, εἷς τις ἐκ τῶν ἱππέων, ὑπομείονας ὅσους ἂν ἡ χρεία ἀπαιτῇ ἔκ τε τῶν ἱππέων καὶ ἐκ τῶν ἐξελευθέρων σου ἔχων: δεῖ γὰρ καὶ τοιούτους τινὰς συζευγνύναι σφίσιν, ἵνα ἥ τε θεραπεία σου ἆθλόν τι ἀρετῆς ἔχῃ, καὶ σὺ μὴ ἀπορῇς παρ᾽ ὧν καὶ ἀκόντων τὴν ἀλήθειαν, ἄν γέ τι πλημμεληθῇ, μαθεῖν δυνήσῃ. ὅστις δ᾽ ἂν τῶν ἱππέων διὰ πολλῶν διεξελθὼν ἐλλόγιμος ὥστε καὶ βουλεῦσαι γένηται, μηδὲν αὐτὸν ἡ ἡλικία ἐμποδιζέτω πρὸς τὸ μὴ οὐ καὶ ἐς τὸ συνέδριον καταλεχθῆναι, ἀλλ᾽ ἐσγραφέσθωσαν καὶ ἐξ ἐκείνων, κἂν λελοχαγηκότες τινὲς ἐν τοῖς πολιτικοῖς στρατοπέδοις ὦσι, πλὴν τῶν ἐν τῷ τεταγμένῳ ἐστρατευμένων. τούτων μὲν γὰρ τῶν καὶ φορμοφορησάντων καὶ λαρκοφορησάντων καὶ αἰσχρὸν καὶ ἐπονείδιστόν ἐστιν ἐν τῷ βουλευτικῷ τινας ἐξετάζεσθαι: ἐκ δὲ δὴ τῶν ἀπ᾽ ἀρχῆς ἑκατονταρχησάντων οὐδὲν κωλύει τοὺς ἐλλογιμωτάτους αὐτοῦ μεταλαμβάνειν.

XXVI. περὶ μὲν οὖν τῶν βουλευτῶν τῶν τε ἱππέων ταῦτά σοι συμβουλεύειν ἔχω, καὶ νὴ Δία καὶ ἐκεῖνα, ἵνα ἕως τε ἔτι παῖδές εἰσιν, ἐς τὰ διδασκαλεῖα συμφοιτῶσι, καὶ ἐπειδὰν ἐς μειράκια ἐκβάλωσιν, ἐπί τε τοὺς ἵππους καὶ ἐπὶ τὰ ὅπλα τρέπωνται, διδασκάλους ἑκατέρων δημοσιεύοντας ἐμμίσθους ἔχοντες. οὕτω γὰρ εὐθὺς ἐκ παίδων πάνθ᾽ ὅσα χρὴ ἄνδρας αὐτοὺς γενομένους ἐπιτελεῖν καὶ μαθόντες καὶ μελετήσαντες ἐπιτηδειότεροί σοι πρὸς πᾶν ἔργον γενήσονται. τὸν γὰρ ἄρχοντα τὸν ἄριστον, οὗ τέ τι ὄφελός ἐστι, δεῖ μὴ μόνον αὐτὸν πάνθ᾽ ἃ προσήκει ποιεῖν, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως ὡς ὅτι βέλτιστοι γίγνωνται, προνοεῖν. τοῦτο δ᾽ ὑπάρξειεν ἄν σοι οὐκ ἂν ἐάσας αὐτοὺς ὅσα βούλονται πράττειν, ἔπειτ᾽ ἐπιτιμᾷς τοῖς ἁμαρτάνουσιν, ἀλλ᾽ ἂν πρίν τι πλημμελεῖσθαι, προδιδάσκῃς πάνθ᾽ ὅσα ἀσκήσαντες χρησιμώτεροι καὶ ἑαυτοῖς καὶ σοὶ γενήσονται, καὶ μηδενί γε τὸ παράπαν πρόφασιν παρέχῃς, μήτε διὰ πλοῦτον μήτε δι᾽ εὐγένειαν μήτε δι᾽ ἄλλο τι ἀρετῆς ἐχόμενον, ῥᾳθυμίαν ἢ μαλακίαν ἢ καὶ ἐπιτήδευσίν τινα κίβδηλον προσποιεῖσθαι. πολλοὶ γὰρ φοβούμενοι μὴ καὶ διὰ τοιοῦτό τι καὶ φθονηθῶσι καὶ κινδυνεύσωσι, πολλὰ καὶ ἀνάξια ἑαυτῶν ποιοῦσιν ὡς καὶ ἀσφαλέστερον ἀπ᾽ αὐτῶν βιωσόμενοι: κἀκ τούτου ἐκεῖνοι μὲν ἐλεοῦνται ὡς καὶ αὐτὸ τοῦτο ἀδικούμενοι, τὸ μὴ δοκεῖν ἐξεῖναί σφισιν ὀρθῶς ζῆν, τῷ δ᾽ ἄρχοντι αὐτῶν καὶ ζημία ἅμα ἀγαθῶν ἀνδρῶν στερομένῳ καὶ κακοδοξία τῆς αἰτιάσεως συμβαίνει. μήτ᾽ οὖν περιίδῃς ποτὲ τοῦτο πραχθέν, μήτ᾽ αὖ δείσῃς ὅτι τραφείς τέ τις καὶ παιδευθεὶς ὡς ἐγὼ λέγω νεώτερόν τι τολμήσει. πᾶν γὰρ τοὐναντίον τούς τε ἀμαθεῖς καὶ τοὺς ἀσελγεῖς ὑποτοπεῖν δεῖ: οἱ μὲν γὰρ τοιοῦτοι πάντα ἁπλῶς καὶ τὰ αἴσχιστα καὶ τὰ δεινότατα, πρῶτον μὲν ἐς σφᾶς αὐτοὺς ἔπειτα δὲ καὶ ἐς τοὺς ἄλλους, ῥᾳδίως ποιεῖν προάγονται, οἱ δὲ δὴ καλῶς τραφέντες τε καὶ παιδευθέντες οὔτ᾽ ἄλλον τινὰ ἀδικεῖν προαιροῦνται, καὶ πάντων ἥκιστα τὸν τῆς τε τροφῆς καὶ τῆς παιδείας αὐτῶν ἐπιμεληθέντα. ἂν δ᾽ οὖν τις καὶ κακὸς καὶ ἀχάριστος γένηται, μηδὲν αὐτῷ τοιοῦτον ἐπιτρέψῃς ἐξ οὗ δεινόν τι δρᾶσαι δυνήσεται: κἄν γε καὶ ὣς νεοχμώσῃ τι, καὶ ἐλεγχθήτω καὶ κολασθήτω. μὴ γὰρ δὴ φοβηθῇς ὅτι σὲ αἰτιάσεταί τις ἐπὶ τούτῳ, ἄν γε πάνθ᾽ ὅσα εἴρηκα πράττῃς. σὺ μὲν γὰρ οὐδὲν ἁμαρτήσῃ τὸν ἀδικήσαντα τιμωρησάμενος, ὥσπερ οὐδὲ ὁ ἰατρὸς καύσας τινὰ καὶ τεμών: ἐκεῖνον δὲ δὴ πάντες δικαιώσουσιν, ὅτι καὶ τροφῆς καὶ παιδείας τῆς αὐτῆς τοῖς ἄλλοις μετασχὼν ἐπεβούλευσέ σοι. περὶ μὲν οὖν τοὺς βουλευτὰς τούς τε ἱππέας.

XXVII. ταῦτα γιγνέσθω: τοὺς δὲ δὴ στρατιώτας ἀθανάτους, ἔκ τε τῶν πολιτῶν κἀκ τῶν ὑπηκόων τῶν τε συμμάχων, τῇ μὲν πλείους τῇ δὲ ἐλάττους, καθ᾽ ἕκαστον ἔθνος, ὅπως ἂν ἡ χρεία τῶν πραγμάτων ἀπαιτῇ, τρέφεσθαι προσήκει, καὶ αὐτοὺς ἀεί τε ἐν τοῖς ὅπλοις εἶναι καὶ τὴν ἄσκησιν τῶν πολεμικῶν διὰ παντὸς ποιεῖσθαι δεῖ, χειμάδιά τε ἐν τοῖς ἐπικαιροτάτοις χωρίοις κατεσκευασμένους καὶ χρόνον τακτὸν στρατευομένους, ὥστε τι αὐτοῖς καὶ πρὸ τοῦ γήρως τῆς ἡλικίας περιεῖναι. οὔτε γὰρ ἐπὶ τῶν καιρῶν βοηθείαις τισὶν ἔτι χρῆσθαι δυνάμεθα, αὐτοί τε τοσοῦτον ἀπὸ τῶν τῆς ἀρχῆς ἐσχατιῶν ἀπηρτημένοι καὶ πολεμίους ἑκασταχόθι προσοικοῦντας ἔχοντες: ἄν τε ἐπιτρέψωμεν πᾶσι τοῖς ἐν τῇ ἡλικίᾳ οὖσι καὶ τὰ ὅπλα κεκτῆσθαι καὶ τὰ ἐμπολέμια ἀσκεῖν, στάσεις καὶ πόλεμοι ἀπ᾽ αὐτῶν ἐμφύλιοι ἀεὶ γενήσονται. καὶ μέντοι κἂν κωλύσαντές σφας ταῦτα ποιεῖν ἔπειτα συμμαχίας τινὸς παρ᾽ αὐτῶν δεηθῶμεν, κινδυνεύσομεν ἀπείροις τε καὶ ἀγυμνάστοις στρατιώταις ἀεὶ χρώμενοι. διὰ μὲν δὴ ταῦτα γνώμην ποιοῦμαι τοὺς μὲν ἄλλους πάντας ἄνευ τε ὅπλων καὶ ἄνευ τειχῶν ζῆν, τοὺς δὲ ἐρρωμενεστάτους καὶ βίου μάλιστα δεομένους καταλέγεσθαί τε καὶ ἀσκεῖν. αὐτοί τε γὰρ ἄμεινον πολεμήσουσι τούτῳ μόνῳ τῷ ἔργῳ σχολάζοντες, καὶ οἱ λοιποὶ ῥᾷον γεωργήσουσι καὶ ναυτιλοῦνται τά τε ἄλλα τὰ τῇ εἰρήνῃ προσήκοντα πράξουσι μήτε ἐκβοηθεῖν ἀναγκαζόμενοι καὶ προφύλακάς σφων ἑτέρους ἔχοντες, τό τε ἀκμαιότατον καὶ ἰσχυρότατον καὶ ἐκ λῃστείας μάλιστα ζῆν ἀναγκαζόμενον ἀλύπως τραφήσεται, καὶ τὸ λοιπὸν πᾶν ἀκινδύνως βιώσεται.

XXVIII. πόθεν οὖν χρήματα καὶ ἐς τούτους καὶ ἐς τὰ ἄλλα τὰ ἀναγκαίως ἀναλωθησόμενα ἔσται; ἐγὼ καὶ τοῦτο διδάξω, σμικρὸν ἐκεῖνο ὑπειπών, ὅτι κἂν δημοκρατηθῶμεν, πάντως που χρημάτων δεησόμεθα: οὐ γὰρ οἷόν τε οὔτ᾽ ἄνευ στρατιωτῶν ἡμᾶς σώζεσθαι οὔτ᾽ ἀμισθί τινας στρατεύεσθαι. μὴ οὖν ὡς καὶ τῇ μοναρχίᾳ μόνῃ τῆς ἀναγκαίας τῶν χρημάτων ἀθροίσεως προσηκούσης βαρυνώμεθα, μηδὲ δι᾽ αὐτὴν καὶ ἀπ᾽ ἐκείνης ἀποτρεπώμεθα, ἀλλ᾽ ὡς καὶ πάντως ἀναγκαῖον ὂν ἡμῖν, ὅπως ποτ᾽ ἂν πολιτευώμεθα, καὶ ἀργυρίζεσθαί τινα, οὕτω βουλευώμεθα. φημὶ τοίνυν χρῆναί σε πρῶτον μὲν ἁπάντων τὰ κτήματα τὰ ἐν τῷ δημοσίῳ ὄντα ῾πολλὰ δὲ ταῦτα ὁρῶ διὰ τοὺς πολέμους γεγονότἀ πωλῆσαι, πλὴν ὀλίγων τῶν καὶ πάνυ χρησίμων σοι καὶ ἀναγκαίων, καὶ τὸ ἀργύριον τοῦτο πᾶν ἐπὶ μετρίοις τισὶ τόκοις ἐκδανεῖσαι. οὕτω γὰρ ἥ τε γῆ ἐνεργὸς ἔσται, δεσπόταις αὐτουργοῖς δοθεῖσα, καὶ ἐκεῖνοι ἀφορμὴν λαβόντες εὐπορώτεροι γενήσονται, τό τε δημόσιον διαρκῆ καὶ ἀθάνατον πρόσοδον ἕξει. εἶτα συλλογίσασθαι ταῦτά τε καὶ τἆλλα ὅσα ἔκ τε μεταλλείας καὶ εἰ δή ποθεν ἄλλοθεν βεβαίως δύναται προσιέναι, καὶ μετὰ τοῦτο ἀντιλογίσασθαι μὴ μόνον τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἆλλα πάντα δι᾽ ὧν καλῶς πόλις οἰκεῖται, καὶ προσέτι καὶ ὅσα ἔς τε τὰς αἰφνιδίους στρατείας καὶ ἐς τὰ λοιπὰ ὅσα εἴωθεν ἐπὶ καιροῦ συμβαίνειν, ἀναγκαῖον ἔσται δαπανᾶσθαι: κἀκ τούτου πρὸς πᾶν τὸ λεῖπον φόρον τε ἐπιτάξαι πᾶσιν ἁπλῶς τοῖς ἐπικαρπίαν τινὰ τῷ κεκτημένῳ αὐτὰ παρέχουσι, καὶ τέλη καταστῆσαι παρὰ πᾶσιν ὧν ἄρχομεν ῾καὶ γὰρ καὶ δίκαιον καὶ προσῆκόν ἐστι μηδένα αὐτῶν ἀτελῆ εἶναι, μὴ ἰδιώτην, μὴ δῆμον, ἅτε καὶ τῆς ὠφελίας τῆς ἀπ᾽ αὐτῶν ὁμοίως τοῖς ἄλλοις ἀπολαύσοντας, καί σφων ἐκλογέας τοὺς ἐπιτροπεύσοντας ἑκασταχόθι ποιῆσαι, ὥστε αὐτοὺς πᾶν τὸ τῷ τῆς ἐπιτροπείας αὐτῶν χρόνῳ προσῆκον ἐξ ἁπασῶν τῶν προσόδων ἐσπράττειν. τοῦτο γὰρ καὶ ἐκείνοις ῥᾴω τὴν ἔσπραξιν ποιήσει καὶ τοῖς διδοῦσί τι ὠφελίαν οὐκ ἐλαχίστην παρέξει: λέγω δὲ τὸ κατ᾽ ὀλίγον σφας ἐν ταῖς τάξεσιν ὅσα ὀφείλουσιν ἐσφέρειν, καὶ μή, βραχὺν ῥᾳθυμήσαντας χρόνον, ἐπικεφαλαιωθέντα πάντα ἐσάπαξ ἀπαιτεῖσθαι.

XXIX. καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τῶν τε φόρων καὶ τῶν τελῶν καθισταμένων ἀχθεσθήσονται: ἀλλὰ καὶ ἐκεῖνο οἶδα ὅτι, ἂν μήτε προσεπηρεάζωνται καὶ τῷ ἔργῳ πεισθῶσιν ὅτι πάντα ταῦτα καὶ ὑπὲρ τῆς σωτηρίας σφῶν καὶ ὑπὲρ τοῦ τὰ λοιπὰ ἀδεῶς καρποῦσθαι συνεσοίσουσι, καὶ προσέτι τὰ πλείω αὐτῶν οὐχ ἕτεροί τινες ἀλλ᾽ αὐτοὶ ἐκεῖνοι, οἱ μὲν ἄρχοντες οἱ δὲ ἐπιτροπεύοντες οἱ δὲ στρατευόμενοι, λήψονται, καὶ πάνυ πολλὴν χάριν εἴσονταί σοι, βραχέα ἀπὸ πολλῶν ὧν ἂν μηδὲν ἐπηρεαζόμενοι καρπῶνται διδόντες, ἄλλως τε κἂν ὁρῶσί σε σωφρόνως τε διαιτώμενον καὶ μηδὲν μάτην παραναλίσκοντα. τίς γὰρ οὐκ ἂν ἰδών σε πρὸς μὲν τὰ οἰκεῖα φειδωλότατον πρὸς δὲ τὰ κοινὰ ἀφειδέστατον ὄντα, ἐθελοντὶ συντελέσειέ τι, καὶ ἀσφάλειαν καὶ εὐπορίαν ἑαυτοῦ τὸ σὲ πλουτεῖν εἶναι νομίζων;

XXX. χρήματα μὲν δὴ καὶ πάνυ πολλὰ ἐκ τούτων ὑπάρξειεν ἄν: τὰ δὲ δὴ λοιπὰ τόνδε τὸν τρόπον διοικεῖν σοι παραινῶ. τὸ μὲν ἄστυ τοῦτο καὶ κατακόσμει πάσῃ πολυτελείᾳ καὶ ἐπιλάμπρυνε παντὶ εἴδει πανηγύρεων: προσήκει τε γὰρ ἡμᾶς πολλῶν ἄρχοντας ἐν πᾶσι πάντων ὑπερέχειν, καὶ φέρει πως καὶ τὰ τοιαῦτα πρός τε τοὺς συμμάχους αἰδῶ καὶ πρὸς τοὺς πολεμίους κατάπληξιν. τὰ δὲ δὴ τῶν ἄλλων ὧδε δίεπε. πρῶτον μὲν οἱ δῆμοι μήτε κύριοί τινος ἔστωσαν μήτε ἐς ἐκκλησίαν τὸ παράπαν φοιτάτωσαν: οὔτε γὰρ ἀγαθὸν οὐδὲν φρονήσειαν ἂν καὶ συχνὰ ἂν ἀεὶ ταράξειαν. ὅθεν οὐδὲ τὸν παρ᾽ ἡμῖν δῆμον οὔτε ἐς δικαστήριον οὔτε ἐς ἀρχαιρεσίας, οὔτε ἐς ἄλλον τινὰ τοιοῦτον σύλλογον ἐν ᾧ τι καὶ χρηματισθῆναι δεῖ, συνιέναι φημὶ χρῆναι. ἔπειτα δὲ μήτ᾽ οἰκοδομημάτων πλήθεσιν ἢ καὶ μεγέθεσιν ὑπὲρ τἀναγκαῖα χρήσθωσαν, μήτ᾽ ἀγώνων πολλῶν καὶ παντοδαπῶν ἀναλώμασι δαπανάσθωσαν, ἵνα μήτε σπουδαῖς ματαίαις ἐκτρύχωνται μήτε φιλοτιμίαις ἀλόγοις πολεμῶνται. ἐχέτωσαν μὲν γὰρ καὶ πανηγύρεις καὶ θεωρίας τινάς, χωρὶς τῆς ἱπποδρομίας τῆς παρ᾽ ἡμῖν ποιουμένης, μὴ μέντοι ὥστε καὶ τὸ δημόσιον ἢ καὶ τοὺς ἰδίους οἴκους λυμαίνεσθαι, ξένον τέ τινα ἀναγκάζεσθαι παρ᾽ αὐτοῖς καὶ ὁτιοῦν ἀναλίσκειν, καὶ σίτησιν ἀθάνατον πᾶσιν ἁπλῶς τοῖς ἀγῶνά τινα νικήσασι δίδοσθαι. τούς τε γὰρ εὐπόρους ἄλογόν ἐστιν ἔξω τι τῶν πατρίδων ἀναγκαστοὺς δαπανᾶν, καὶ τοῖς ἀγωνισταῖς ἀπόχρη τὰ ἆθλα τὰ παρ᾽ ἑκάστοις τιθέμενα, χωρὶς ἢ εἴ τις αὐτῶν Ὀλύμπια ἢ Πύθια ἤ τινα ἐνταῦθα ἀγῶνα ἀνέλοιτο: τοὺς γὰρ τοιούτους μόνους σιτεῖσθαι δεῖ, ἵνα μήτε αἱ πόλεις μάτην ἐπιτρίβωνται μήτε ἔξω τις τῶν ἀξιονίκων ἀσκῇ, δυνάμενος ἄλλο τι χρησιμώτερον καὶ ἑαυτῷ καὶ τῷ κοινῷ μετιέναι. περὶ μὲν οὖν τούτων ταῦτα γιγνώσκω, τὰς δ᾽ ἱπποδρομίας τὰς ἄνευ τῶν γυμνικῶν ἀγώνων ἐπιτελουμένας οὐχ ἡγοῦμαι δεῖν ἄλλῃ τινὶ πόλει ποιεῖν ἐπιτρέπειν, ὅπως μήτε χρήματα παμπληθῆ εἰκῇ παραπολλύηται μήθ᾽ οἱ ἄνθρωποι κακῶς ἐκμαίνωνται, καὶ τὸ μέγιστον, ἵν᾽ οἱ στρατευόμενοι τοῖς ἀρίστοις ἵπποις ἀφθόνως χρῆσθαι ἔχωσι. τοῦτο μὲν δὴ διὰ ταῦτ᾽ ἀπαγορεύω παντάπασι μηδαμόθι ἄλλοθι πλὴν ἐνταῦθα γίγνεσθαι, τὰ δὲ δὴ λοιπὰ ἐμετρίασα, ἵν᾽ εὐδαπάνους τὰς ἀπολαύσεις καὶ τῶν θεωρημάτων καὶ τῶν ἀκουσμάτων ὡς ἕκαστοι ποιούμενοι καὶ σωφρονέστερον καὶ ἀστασιαστότερον διάγωσι. μήτε δὲ νομίσματα ἢ καὶ σταθμὰ ἢ μέτρα ἰδίᾳ τις αὐτῶν ἐχέτω, ἀλλὰ τοῖς ἡμετέροις καὶ ἐκεῖνοι πάντες χρήσθωσαν: μήτε πρεσβείαν τινὰ πρὸς σέ, πλὴν εἰ πρᾶγμά τι διαγνώσεως ἐχόμενον εἴη, πεμπέτωσαν, ἀλλὰ τῷ τε ἄρχοντί σφων δηλούτωσαν ὅσα βούλονται, καὶ δι᾽ ἐκείνου σοι τὰς ἀξιώσεις, ὅσας ἂν δοκιμάσῃ, προσφερέτωσαν. οὕτω γὰρ οὔτ᾽ ἀναλώσουσί τι οὔτ᾽ αἰσχρῶς διαπράξονται, ἀλλ᾽ ἀκεραίους τὰς ἀποκρίσεις ἄνευ δαπάνης ἢ καὶ πραγματείας τινὸς λήψονται.

XXXI. καὶ μέντοι καὶ τἆλλα ὧδ᾽ ἄν μοι δοκεῖς ἄριστα διατάξαι, ἂν πρῶτον μὲν τὰς πρεσβείας τάς τε παρὰ τῶν πολεμίων καὶ τὰς παρὰ τῶν ἐνσπόνδων καὶ βασιλέων καὶ δήμων ἀφικνουμένας ἐς τὸ συνέδριον ἐσάγῃς ῾τά τε γὰρ ἄλλα καὶ σεμνὸν καὶ ἀξιόλογόν ἐστι τό τε τὴν βουλὴν πάντων κυρίαν δοκεῖν εἶναι, καὶ τὸ πολλοὺς τοὺς ἀντιπάλους τοῖς ἀγνωμονοῦσιν αὐτῶν φαίνεσθαἰ, ἔπειτα δὲ ἂν πάντα τὰ νομοθετούμενα δι᾽ αὐτῶν ποιῇ, καὶ μηδὲν τὸ παράπαν ἄλλο ἐπὶ πάντας ὁμοίως φέρῃ πλὴν τῶν ἐκείνης δογμάτων: οὕτω γὰρ τό τε ἀξίωμα τὸ τῆς ἀρχῆς μᾶλλον ἂν βεβαιοῖτο, καὶ τὰ δικαιώματα τἀκ τῶν νόμων καὶ ἀναμφίλογα καὶ διάδηλα πᾶσιν ἅμα γίγνοιτο. τρίτον, ἂν τούς τε βουλευτὰς τοὺς ἐκ τῆς γερουσίας καὶ τοὺς παῖδας τάς τε γυναῖκας αὐτῶν, ἄν ποτέ τινα αἰτίαν βαρυτέραν, ὥστε τὸν ἁλόντα σφῶν ἀτιμίαν ἢ φυγὴν ἢ καὶ θάνατον ὀφλεῖν, λάβωσιν, ὑπό τε τὸ βουλευτήριον ὑπάγῃς μηδὲν προκαταγνούς, καὶ ἐκείνῳ πᾶσαν τὴν περὶ αὐτῶν διαψήφισιν ἀκέραιον ἐπιτρέπῃς, ἵν᾽ οἵ τε ἀδικοῦν τές τι ἐν πᾶσι τοῖς ὁμοτίμοις ἐλεγχόμενοι κολάζωνται χωρὶς τοῦ σοῦ φθόνου, καὶ οἱ ἄλλοι ταῦθ᾽ ὁρῶντες βελτίους γίγνωνται φόβῳ τοῦ μὴ καὶ αὐτοὶ ἐκδημοσιευθῆναι. καὶ ταῦτα μέντοι περὶ ἐκείνων τῶν ἀδικημάτων, περὶ ὧν οἵ τε νόμοι κεῖνται καὶ αἱ κρίσεις αἱ κατ᾽ αὐτοὺς γίγνονται, λέγω. τὸ γὰρ ὅτι τις ἐλοιδόρησέ σε ἢ καὶ ἕτερόν τι ἀνεπιτήδειον εἶπε, μήτ᾽ ἀκούσῃς ποτὲ κατηγοροῦντός τινος μήτε ἐπεξέλθῃς. αἰσχρὸν μὲν γὰρ τὸ πιστεύειν ὅτι τις μήτε τι ἀδικοῦντά σε καὶ εὐεργετοῦντα πάντας προεπηλάκισε, καὶ μόνοι τοῦτο ποιοῦσιν οἱ κακῶς ἄρχοντες: ἐκ γὰρ τοῦ συνειδότος καὶ τὸ πιστὸν τῶν λεγομένων εἰρῆσθαι τεκμαίρονται: δεινὸν δὲ καὶ τὸ χαλεπαίνειν ἐπὶ τοῖς τοιούτοις, ἃ εἰ μὲν ἀληθῆ εἴη, κρεῖττόν ἐστι μὴ ποιεῖν, εἰ δὲ ψευδῆ, μὴ προσποιεῖσθαι, ὡς πολλοί γε ἤδη διὰ τούτου πολὺ πλείω καὶ χαλεπώτερα λογοποιεῖσθαι καθ᾽ ἑαυτῶν ἐποίησαν. περὶ μὲν οὖν τῶν λόγῳ τι προπηλακίζειν αἰτιαζομένων ταῦτ᾽ ἐγὼ φρονῶ: κρείττω τε γὰρ καὶ ὑψηλότερον πάσης ὕβρεως εἶναί σε χρή, καὶ μηδ᾽ ἐς ἔννοιάν ποτε μήτ᾽ αὐτὸν ἀφικνεῖσθαι μήτε τοὺς ἄλλους προάγειν ὅτι δύναταί τις ἀσελγᾶναί τι ἐς σέ, ἵν᾽ ὡς περὶ τῶν θεῶν, οὕτω καὶ περὶ σοῦ φρονῶσιν ὅτι σεπτὸς εἶ. ἂν δὲ δή τις ἐπιβουλεύειν σοι αἰτίαν λάβῃ ῾γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον᾽, αὐτὸς μὲν μηδὲ περὶ ἐκείνου τι μήτε δικάσῃς μήτε προδιαγνῷς ῾ἄτοπον γὰρ τὸν αὐτὸν καὶ κατήγορον καὶ δικαστὴν γίγνεσθαἰ, ὑπὸ δὲ δὴ τὴν βουλὴν αὐτὸν ἀγαγὼν ἀπολογήσασθαί τε ποίησον, κἂν ἐλεγχθῇ, κόλασον μετριάσας ὡς οἷόν τέ ἐστι τὸ τιμώρημα, ἵνα καὶ πιστευθῇ τὸ ἀδίκημα. χαλεπώτατα γὰρ οἱ πολλοὶ πείθονται ὅτι τις ἄοπλος ὢν ἐπιβουλεύει τῷ ὡπλισμένῳ: καὶ μόνως ἂν οὕτως αὐτῶν τύχοις, εἰ μήτε πρὸς ὀργὴν μήτ᾽ ἀνηκέστως, ἐφ᾽ ὅσον γε καὶ ἐνδέχεται, τὴν τιμωρίαν αὐτοῦ ποιοῖο. λέγω δὲ ταῦτα χωρὶς ἢ εἴ τις στράτευμά τι ἔχων ἄντικρυς ἐπανασταίη: οὐδὲ γὰρ δικάζεσθαι τὸν τοιοῦτόν που προσῆκεν, ἀλλ᾽ ἐν πολεμίου μοίρᾳ κολάζεσθαι.

XXXII. ταῦτά τε οὖν οὕτω, καὶ τἆλλα τὰ πλεῖστα καὶ μέγιστα τῶν τῷ δημοσίῳ προσηκόντων, τῇ γερουσίᾳ ἀνατίθει: τά τε γὰρ κοινὰ κοινῶς διοικεῖσθαι δεῖ, καὶ ἔστι που πᾶσιν ἀνθρώποις ἔμφυτον καὶ τὸ χαίρειν ἐφ᾽ οἷς ἂν παρὰ τοῦ κρείττονος ὡς καὶ ἰσότιμοι αὐτῷ ὄντες ἀξιωθῶσι, καὶ τὸ πάντα τὰ μετὰ σφῶν τινι γνωσθέντα καὶ ἐπαινεῖν ὡς οἰκεῖα καὶ ἀγαπᾶν ὡς αὐθαίρετα. ἐς μὲν οὖν τὸ βουλευτήριον τὰ τοιαῦτα ἐσφέρεσθαί φημι χρῆναι, καὶ περὶ μὲν τῶν ἄλλων πάντας ὁμοίως τοὺς παρόντας γνώμην διδόναι, ὅταν δὲ δὴ κατηγορῆταί τις αὐτῶν, μὴ πάντας, πλὴν ἄν τις ἢ μηδέπω βουλεύῃ ἢ καὶ ἐν τοῖς τεταμιευκοσιν ἔτι ὢν κρίνηται. ἄτοπον γὰρ τὸν μηδέπω δεδημαρχηκότα ἢ ἠγορανομηκότα ψῆφον κατά τινος τῶν τοιούτων φέρειν, ἢ νὴ Δία τούτων τινὰ κατὰ τῶν ἐστρατηγηκότων, ἢ καὶ ἐκείνων κατὰ τῶν ὑπατευκότων. ἀλλ᾽ οὗτοι μὲν ἐπὶ πάντας τὴν τοῦ τι ἀποφήνασθαι ἐξουσίαν ἐχέτωσαν, οἱ δ᾽ ἄλλοι ἐπί τε τοὺς ὁμοίους καὶ ἐπὶ τοὺς ὑποδεεστέρους.

XXXIII. δίκαζε δὲ καὶ αὐτὸς ἰδίᾳ τά τε ἐφέσιμα καὶ τὰ ἀναπόμπιμα, ὅσα ἂν παρά τε τῶν μειζόνων ἀρχόντων καὶ παρὰ τῶν ἐπιτρόπων, τοῦ τε πολιάρχου καὶ τοῦ ὑποτιμητοῦ καὶ τῶν ἐπάρχων τοῦ τε τὸν σῖτον ἐπισκοποῦντος καὶ τοῦ νυκτοφυλακοῦντος, ἀφικνῆται: μήτε γὰρ αὐτόδικος μήτ᾽ αὐτοτελὴς οὕτω τις τὸ παράπαν ἔστω ὥστε μὴ οὐκ ἐφέσιμον ἀπ᾽ αὐτοῦ δίκην γίγνεσθαι. ταῦτά τε οὖν κρῖνε, καὶ περὶ τῶν ἱππέων τῶν τε ἑκατοντάρχων τῶν ἐκ τοῦ καταλόγου καὶ τῶν ἰδιωτῶν τῶν πρώτων, ὅταν περὶ θανατώσεως ἢ καὶ ἀτιμίας τινὸς ἀγωνίζωνται. σοὶ γὰρ δὴ τὰ τοιαῦτα μόνῳ προσκείσθω, καὶ μηδεὶς ἄλλος περὶ αὐτῶν αὐτὸς καθ᾽ ἑαυτόν, δι᾽ ἅπερ εἶπον, δικαζέτω. μετὰ γὰρ δὴ σοῦ ἀεὶ μὲν οἱ ἐντιμότατοι καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἤδη δὲ καὶ ἕτεροί τινες ἔκ τε τῶν ὑπατευκότων καὶ ἐκ τῶν ἐστρατηγηκότων ἄλλοι ἄλλοτε διαγιγνωσκέτωσαν, ἵνα σύ τε τοὺς τρόπους αὐτῶν ἀκριβέστερον ἐν τούτῳ προκαταμανθάνων ὀρθῶς σφισιν ἔχῃς χρῆσθαι, καὶ ἐκεῖνοι προσυγγιγνόμενοι τοῖς τε ἤθεσι καὶ τοῖς βουλεύμασί σου οὕτως ἐς τὰς τῶν ἐθνῶν ἡγεμονίας ἐξίωσι. τὰς μέντοι γνώμας αὐτῶν μὴ φανερῶς, ὅσαι γε καὶ ἐπισκέψεως ἀκριβεστέρας δέονται, διαπυνθάνου, ἵνα μὴ τοῖς προήκουσί σφων ἐφεπόμενοι κατοκνῶσι παρρησιάζεσθαι, ἀλλ᾽ ἐς γραμματεῖα γραφομένας, οἷς αὐτὸς μόνος ἐντυχών, ὑπὲρ τοῦ μηδενὶ ἄλλῳ ἐκδήλους αὐτὰς γίγνεσθαι, εὐθέως αὐτὰς ἀπαλείφεσθαι κέλευε: οὕτω γὰρ ἂν μάλιστα τὴν ἑκάστου γνώμην διακριβώσειας, εἰ ἀνέλεγκτον αὐτὴν παρὰ τοῖς ἄλλοις πιστεύσειαν ἔσεσθαι. καὶ μέντοι καὶ πρὸς τὰς δίκας τάς τε ἐπιστολὰς καὶ τὰ ψηφίσματα τῶν πόλεων τάς τε τῶν ἰδιωτῶν ἀξιώσεις, καὶ ὅσα ἄλλα τῇ τῆς ἀρχῆς διοικήσει προσήκει, συνεργούς τέ τινας καὶ ὑπηρέτας ἐκ τῶν ἱππέων ἔχε: ῥᾷόν τε γὰρ οὕτως ὡς ἕκαστα διαχωρήσει, καὶ σὺ οὔτ᾽ αὐτογνωμονῶν σφαλήσῃ οὔτ᾽ αὐτουργῶν ἐκκαμῇ. τήν τε παρρησίαν παντὶ τῷ βουλομένῳ καὶ ὁτιοῦν συμβουλεῦσαί σοι μετὰ ἀδείας νέμε: ἄν τε γὰρ ἀρεσθῇς τοῖς λεχθεῖσιν ὑπ᾽ αὐτοῦ, πολλὰ ὠφελήσῃ, ἄν τε καὶ μὴ πεισθῇς, οὐδὲν βλαβήσῃ. καὶ τοὺς μὲν τυχόντας τῆς γνώμης καὶ ἐπαίνει καὶ τίμα ῾τοῖς γὰρ ἐκείνων ἐξευρήμασιν αὐτὸς εὐδοκιμήσεισ᾽, τοὺς δ᾽ ἁμαρτόντας μήτ᾽ ἀτιμάσῃς ποτὲ μήτ᾽ αἰτιάσῃ: τὴν γὰρ διάνοιαν αὐτῶν δεῖ σκοπεῖν, ἀλλ᾽ οὐ τὴν οὐκ ἐπιτυχίαν μέμφεσθαι. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν πολεμικῶν φύλαττε, καὶ μήτε ἐπὶ δυστυχίᾳ ἀκουσίῳ χαλεπήνῃς τινὶ μήτε ἐπ᾽ εὐτυχίᾳ φθονήσῃς, ἵνα καὶ προθύμως καὶ ἡδέως πάντες ὑπὲρ σοῦ κινδυνεύωσι, πιστεύοντες ὅτι οὔτε πταίσαντές τι κολασθήσονται οὔτε κατορθώσαντες ἐπιβουλευθήσονται. πολλοὶ γοῦν τὸν παρὰ τῶν τὸ κράτος ἐχόντων φθόνον φοβούμενοι σφαλῆναί τι μᾶλλον ἢ καταπρᾶξαι προείλοντο, κἀκ τούτου τὸ μὲν ἀσφαλὲς αὐτοὶ ἔσχον, τὸ δὲ δὴ ζημίωμα ἐκείνοις προσετρίψαντο. ὥστε αὐτὸς τὸ πλεῖον ἀπ᾽ ἀμφοτέρων ὁμοίως καὶ τῶν χειρόνων καὶ τῶν ἀμεινόνων ἀπολαύσων, μηδέποτ᾽ ἐθελήσῃς λόγῳ μὲν ἄλλοις ἔργῳ δὲ σαυτῷ φθονῆσαι.

XXXIV. Πάνθ᾽ ὅσα τοὺς ἀρχομένους καὶ φρονεῖν καὶ πράττειν βούλει, καὶ λέγε καὶ ποίει. οὕτω γὰρ ἂν μᾶλλον παιδεύσειας αὐτοὺς ἢ ταῖς ἐκ τῶν νόμων τιμωρίαις δειματώσειας: τὸ μὲν γὰρ ζῆλον τὸ δὲ φόβον ἔχει, καὶ ῥᾷόν τις μιμεῖται τὰ κρείττω, ὁρῶν ἔργῳ γιγνόμενα, ἢ φυλάττεται τὰ χείρω, ἀκούων λόγῳ κεκωλυμένα. καὶ αὐτὸς μὲν ἀκριβῶς πάντα πρᾶττε, μηδεμίαν συγγνώμην σεαυτῷ νέμων, ὥστε καὶ εὖ εἰδὼς ὅτι παραχρῆμα πάντες καὶ ὅσα ἂν εἴπῃς καὶ ὅσα ἂν ποιήσῃς μαθήσονται. καθάπερ γὰρ ἐν ἑνί τινι τῆς ὅλης οἰκουμένης θεάτρῳ ζήσῃ, καὶ οὐχ οἷόν τέ σοι ἔσται οὐδὲ βραχύτατον ἁμαρτόντι διαλαθεῖν: οὔτε γὰρ κατὰ μόνας ποτὲ ἀλλὰ καὶ μετὰ συχνῶν ἀεί τι πράξεις, καὶ πολυπραγμονοῦσί πως τὰ ὑπὸ τῶν ἀρχόντων γιγνόμενα καὶ οἱ λοιποὶ πάντες ἥδιστα, ὥστ᾽ ἂν ἅπαξ καταμάθωσί σε ἄλλα μὲν αὐτοῖς προαγορεύοντα ἄλλα δὲ αὐτὸν ποιοῦντα, οὐ τὰς ἀπειλάς σου φοβηθήσονται ἀλλὰ τὰ ἔργα μιμήσονται. τὸν δὲ δὴ τῶν ἄλλων βίον ἐπισκόπει μέν, μὴ μέντοι καὶ χαλεπῶς ἐξέταζε, ἀλλ᾽ ὅσα μὲν ἂν ὑφ᾽ ἑτέρων τινῶν ἐσάγηται, κρῖνε, ὅσα δ᾽ ἂν ὑπὸ μηδενὸς αἰτιάζηται, μηδὲ προσποιοῦ εἰδέναι, ἔξω τῶν ἐς τὸ δημόσιον πλημμελουμένων. ταῦτα μὲν γὰρ τῆς προσηκούσης ἐπιστροφῆς, κἂν μηδεὶς ἐγκαλῇ, τυγχάνειν ὀφείλει: τὰ δὲ ἄλλα τὰ ἰδιωτικὰ ἴσθι μέν, ἵνα μὴ καὶ σφαλῇς ποτε ἀνεπιτηδείῳ τινὶ ὑπηρέτῃ πρός τι χρησάμενος, μὴ μέντοι καὶ ἐξέλεγχε. πολλὰ γὰρ ἡ φύσις καὶ παρὰ τὸν νόμον πολλοὺς ἁμαρτάνειν ἐξάγει, οἷς ἂν μὲν ἀκριβῶς τις ἐπεξίῃ, ἤ τινα ἢ οὐδένα ἂν αὐτῶν ἀτιμώρητον καταλίποι, ἂν δ᾽ ἀνθρωπίνως τὸ ἐπιεικὲς τῷ νενομισμένῳ παραμιγνύῃ, τάχ᾽ ἂν καὶ σωφρονίσειεν αὐτούς. ὁ μὲν γὰρ νόμος, καίτοι ἰσχυρὰ τὰ κολάσματα ἀναγκαίως ποιούμενος, οὐ δύναται τῆς φύσεως ἀεὶ κρατεῖν: τῶν δ᾽ ἀνθρώπων τινὲς λανθάνειν μὲν δόξαντες ἢ καὶ μετρίως πως νουθετηθέντες ἀμείνους γίγνονται, οἱ μὲν αἰσχυνόμενοι ἐλεγχθῆναι οἱ δὲ αἰδούμενοι πάλιν σφαλῆναι, φανερωθέντες δὲ καὶ ἀπερυθριάσαντες ἢ καὶ πέρα τοῦ μετρίου κολασθέντες τά τε νενομισμένα πάντα συγχέουσι καὶ καταπατοῦσι, καὶ μόναις ταῖς τῆς φύσεως ὁρμαῖς δουλεύουσι. κἀκ τούτου οὔτε τὸ πάντας αὐτοὺς κολάζειν ῥᾴδιον, οὔτε τὸ περιορᾶν φανερῶς τινας ἀσελγαίνοντας εὐπρεπὲς γίγνεται. τὰ μὲν δὴ οὖν ἁμαρτήματα τῶν ἀνθρώπων τοῦτόν σοι τὸν τρόπον, πλὴν τῶν πάνυ ἀνηκέστων, μεταχειρίζεσθαι παραινῶ, τὰ δ᾽ ὀρθῶς ὑπ᾽ αὐτῶν γιγνόμενα καὶ ὑπὲρ τὴν ἀξίαν τῶν ἔργων τιμᾶν: οὕτω γὰρ ἂν μάλιστα ποιήσειας αὐτοὺς τῶν τε χειρόνων ἀπέχεσθαι, τῇ φιλανθρωπίᾳ, καὶ τῶν βελτιόνων ἐφίεσθαι, τῇ μεγαλοδωρίᾳ. μὴ γάρ τοι καταδείσῃς μήθ᾽ ὅτι ἐπιλείψει σέ ποτε ἢ χρήματα ἢ τἆλλα οἷς τοὺς ἀγαθόν τι ποιοῦντας ἀμείψῃ ῾πολὺ γὰρ μᾶλλον ἔγωγε ἐλάττους αὐτῶν τοὺς εὖ τι παθεῖν ἀξίους οἶμαι γενήσεσθαι, τοσαύτης σοῦ καὶ γῆς καὶ θαλάττης ἄρχοντοσ᾽, μήθ᾽ ὅτι τινὲς εὐεργετηθέντες ἀχαρίστως τι πράξουσιν: οὐδὲν γὰρ οὕτω καὶ δουλοῖ καὶ οἰκειοῦταί τινα, κἂν ἀλλότριος κἂν ἐχθρὸς ὢν τύχῃ, ὡς τὸ μήτ᾽ ἀδικεῖσθαι καὶ προσέτι καὶ εὖ πάσχειν.

XXXV. πρὸς μὲν οὖν τοὺς ἄλλους οὕτω σοι προσφέρεσθαι γνώμην δίδωμι: σαυτῷ δὲ δὴ μήτε ἔξαλλόν τι μήθ᾽ ὑπερήφανον μήτε παρὰ τῶν ἄλλων μήτε παρὰ τῆς βουλῆς ἢ ἔργῳ ἢ καὶ λόγῳ δοθὲν περιίδῃς. τοῖς μὲν γὰρ ἄλλοις κόσμον ἡ παρὰ σοῦ τιμὴ φέρει, σοὶ δ᾽ αὐτῷ μεῖζον μὲν τῶν ὑπαρχόντων οὐδὲν ἂν δοθείη, ὑποψία δ᾽ ἂν κιβδηλίας πολλὴ προσγένοιτο: καὶ γάρ τοι τῶν μὲν ἄλλων οὐδεὶς ἑκὼν τοιοῦτό τι τῷ κρατοῦντι ψηφίζεσθαι δοκεῖ, πάντα δὲ δή τις αὐτὰ αὐτὸς παρ᾽ ἑαυτοῦ λαμβάνων οὐχ ὅσον οὐκ ἔπαινον ἴσχει, ἀλλὰ καὶ γέλωτα προσοφλισκάνει. τήν τε οὖν ἄλλην λαμπρότητα σαυτῷ διὰ τῶν ἀγαθῶν ἔργων παρασκεύαζε, καὶ εἰκόνας σου χρυσᾶς μὲν ἢ καὶ ἀργυρᾶς μηδέποτε ἐπιτρέψῃς γενέσθαι ῾οὐ γὰρ μόνον δαπανηραὶ ἀλλὰ καὶ εὐεπιβούλευτοι καὶ ὀλιγοχρόνιοί εἰσιν᾽, ἄλλας δὲ ἐν αὐταῖς ταῖς τῶν ἀνθρώπων ψυχαῖς καὶ ἀκηράτους καὶ ἀθανάτους ἐξ εὐεργεσιῶν δημιούργει. μὴ μέντοι μηδὲ ναόν ποτε περιίδῃς σαυτῷ γενόμενον. μάτην γὰρ παμπληθῆ χρήματα ἐς τὰ τοιαῦτα ἀναλίσκεται, ἃ κρεῖττόν ἐστιν ἐς τὰ ἀναγκαῖα δαπανᾶσθαι ῾πλοῦτος γὰρ ἀκριβὴς οὐχ οὕτως ἐκ τοῦ πολλὰ λαμβάνειν ὡς ἐκ τοῦ μὴ πολλὰ ἀναλίσκειν ἀθροίζεταἰ, καὶ ἐς εὔκλειαν οὐδὲν ἀπ᾽ αὐτῶν προσγίγνεται. ἀρετὴ μὲν γὰρ ἰσοθέους πολλοὺς ποιεῖ, χειροτονητὸς δ᾽ οὐδεὶς πώποτε θεὸς ἐγένετο, ὥστε σοὶ μὲν ἀγαθῷ τε ὄντι καὶ καλῶς ἄρχοντι πᾶσα μὲν γῆ τεμένισμα ἔσται, πᾶσαι δὲ πόλεις ναοί, πάντες δὲ ἄνθρωποι ἀγάλματα ῾ἐν γὰρ ταῖς γνώμαις αὐτῶν ἀεὶ μετ᾽ εὐδοξίας ἐνιδρυθήσᾐ, τοὺς δ᾽ ἄλλως πως τὰ κράτη διέποντας οὐ μόνον οὐ σεμνύνει τὰ τοιαῦτα, κἂν ἐν ἁπάσαις ταῖς πόλεσιν ἐξαιρεθῇ, ἀλλὰ καὶ προσδιαβάλλει, τρόπαιά τέ τινα τῆς κακίας αὐτῶν καὶ μνημεῖα τῆς ἀδικίας γιγνόμενα: ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀνταρκέσῃ, τοσούτῳ μᾶλλον καὶ ἡ κακοδοξία αὐτῶν διαμένει.

XXXVI. ὥστ᾽ εἴπερ ἀθάνατος ὄντως ἐπιθυμεῖς γενέσθαι, ταῦτά τε οὕτω πρᾶττε, καὶ προσέτι τὸ μὲν θεῖον πάντῃ πάντως αὐτός τε σέβου κατὰ τὰ πάτρια καὶ τοὺς ἄλλους τιμᾶν ἀνάγκαζε, τοὺς δὲ δὴ ξενίζοντάς τι περὶ αὐτὸ καὶ μίσει καὶ κόλαζε, μὴ μόνον τῶν θεῶν ἕνεκα, ὧν ὁ καταφρονήσας οὐδ᾽ ἄλλου ἄν τινος προτιμήσειεν, ἀλλ᾽ ὅτι καὶ καινά τινα δαιμόνια οἱ τοιοῦτοι ἀντεσφέροντες πολλοὺς ἀναπείθουσιν ἀλλοτριονομεῖν, κἀκ τούτου καὶ συνωμοσίαι καὶ συστάσεις ἑταιρεῖαί τε γίγνονται, ἅπερ ἥκιστα μοναρχίᾳ συμφέρει. μήτ᾽ οὖν ἀθέῳ τινὶ μήτε γόητι συγχωρήσῃς εἶναι. μαντικὴ μὲν γὰρ ἀναγκαία ἐστί, καὶ πάντως τινὰς καὶ ἱερόπτας καὶ οἰωνιστὰς ἀπόδειξον, οἷς οἱ βουλόμενοί τι κοινώσασθαι συνέσονται: τοὺς δὲ δὴ μαγευτὰς πάνυ οὐκ εἶναι προσήκει. πολλοὺς γὰρ πολλάκις οἱ τοιοῦτοι, τὰ μέν τινα ἀληθῆ τὰ δὲ δὴ πλείω ψευδῆ λέγοντες, νεοχμοῦν ἐπαίρουσι. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ τῶν φιλοσοφεῖν προσποιουμένων οὐκ ὀλίγοι δρῶσι: διὸ καὶ ἐκείνους φυλάσσεσθαί σοι παραινῶ. μὴ γὰρ ὅτι καὶ Ἀρείου καὶ Ἀθηνοδώρου καλῶν καὶ ἀγαθῶν ἀνδρῶν πεπείρασαι, πίστευε καὶ τοὺς ἄλλους πάντας τοὺς φιλοσοφεῖν λέγοντας ὁμοίους αὐτοῖς εἶναι: μυρία γὰρ κακὰ καὶ δήμους καὶ ἰδιώτας τὸ πρόσχημά τινες τοῦτο προβαλλόμενοι δρῶσι.

XXXVII. τῇ μὲν οὖν γνώμῃ καὶ τῷ μηδενὸς πλείονος τῶν ὑπαρχόντων ἐπιθυμεῖν εἰρηνικώτατον εἶναί σε χρή, ταῖς δὲ παρασκευαῖς πολεμικώτατον, ὅπως μάλιστα μὲν μήτε ἐθελήσῃ μήτε ἐπιχειρήσῃ τις ἀδικῆσαί σε, εἰ δὲ μή, ῥᾳδίως καὶ παραχρῆμα κολασθῇ. καὶ ἐπειδή γε ἀναγκαῖόν ἐστι καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα καὶ ὠτακουστεῖν τινας καὶ διοπτεύειν πάντα τὰ τῇ ἡγεμονίᾳ σου προσήκοντα, ἵνα μηδὲν τῶν φυλακῆς τινος καὶ ἐπανορθώσεως δεομένων ἀγνοῇς, μέμνησο ὅτι οὐ χρὴ πᾶσιν ἁπλῶς τοῖς λεγομένοις ὑπ᾽ αὐτῶν πιστεύειν, ἀλλ᾽ ἀκριβῶς αὐτὰ διασκοπεῖν. συχνοὶ γάρ, οἱ μὲν μισοῦντές τινας, οἱ δ᾽ ἐπιθυμοῦντες ὧν ἔχουσιν, ἄλλοι χαριζόμενοί τισιν, ἄλλοι χρήματα αἰτήσαντές τινας καὶ μὴ λαβόντες, ἐπηρεάζουσιν αὐτοὺς ὡς νεωτερίζοντας ἢ καὶ ἄλλο τι ἀνεπιτήδειον κατὰ τοῦ αὐταρχοῦντος ἢ φρονοῦντας ἢ λέγοντας. οὔκουν εὐθὺς οὐδὲ ῥᾳδίως προσέχειν αὐτοῖς δεῖ, ἀλλὰ καὶ πάνυ πάντα διελέγχειν: βραδύνας μὲν γὰρ ἐν τῷ πιστεῦσαί τινα οὐδὲν μέγα ἀδικηθήσῃ, σπεύσας δὲ τάχ᾽ ἄν τι καὶ ἐξαμάρτοις, ὃ μὴ δυνηθήσῃ ἀνακέσασθαι. τιμᾶν μὲν οὖν σε τοὺς ἀγαθοὺς καὶ τῶν ἀπελευθέρων καὶ τῶν ἄλλων τῶν συνόντων σοι καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι: καὶ γὰρ κόσμον καὶ ἀσφάλειάν σοι μεγάλην τοῦτο οἴσει. μὴ μέντοι καὶ ὑπέρογκόν τι ἰσχυέτωσαν, ἀλλὰ ἀκριβῶς πάντες σωφρονείτωσαν, ὥστε σε μηδὲν ὑπ᾽ αὐτῶν διαβληθῆναι: πάντα γὰρ ὅσα ἂν ἢ καλῶς ἢ κακῶς πράξωσι, σοὶ προστεθήσεται, καὶ τοιοῦτος αὐτὸς ὑφ᾽ ἁπάντων νομισθήσῃ ὁποῖα ἂν ἐκείνοις ποιεῖν ἐπιτρέπῃς. τοὺς μὲν δὴ οὖν δυνατοὺς μὴ πλεονεκτεῖν τινα μηδὲ αὖ συκοφαντεῖσθαι ἔα: μηδὲ ἔστω τινὶ αὐτῶν αὐτὸ τοῦτο ἔγκλημα, ὅτι δύναται, κἂν μηδὲν ἁμαρτάνῃ. τοῖς δὲ δὴ πολλοῖς ἄμυνε μὲν ἰσχυρῶς ἀδικουμένοις, μὴ πρόσεχε δὲ ῥᾳδίως αἰτιωμένοις, ἀλλ᾽ αὐτὰ τὰ ἔργα καθ᾽ ἑαυτὰ ἐξέταζε, μήτε ἐς τὸ προέχον πᾶν ὑποπτεύων μήτε τῷ καταδεεστέρῳ παντὶ πιστεύων. καὶ τοὺς μὲν ἐργαζομένους χρήσιμόν τέ τι τεχνωμένους τίμα, τοὺς δ᾽ ἀργοῦντας ἢ καὶ φλαῦρόν τι πραγματευομένους μίσει, ἵνα τῶν μὲν διὰ τὰς ὠφελίας ὀριγνώμενοι, τῶν δὲ διὰ τὰς ζημίας ἀπεχόμενοι, πρός τε τὰ οἰκεῖα ἀμείνους καὶ πρὸς τὰ κοινὰ συμφορώτεροί σοι γίγνωνται. καλὸν μὲν οὖν ἐστι καὶ τὸ τὰ τῶν ἰδιωτῶν ἀμφισβητήματα ὡς ἐλάχιστα ποιοῦντα τὰς διαλύσεις αὐτῶν ὡς τάχιστα καθιστάναι, κάλλιστον δὲ τὸ τὰς τῶν δήμων ὁρμὰς κολούειν, κἂν ἐπευχόμενοί τινα τῇ τε ἀρχῇ καὶ τῇ σωτηρίᾳ τῇ τε τύχῃ σου ἐκβιάζεσθαί τινας ἢ πρᾶξαί τι ἢ ἀναλῶσαι παρὰ δύναμιν ἐπιχειρῶσι, μὴ ἐπιτρέπειν, τάς τε ἔχθρας αὐτῶν καὶ τὰς φιλοτιμίας τὰς πρὸς ἀλλήλους παντάπασιν ἐκκόπτειν, καὶ μήτε ἐπωνυμίας τινὰς κενὰς μήτ᾽ ἄλλο τι ἐξ οὗ διενεχθήσονταί τισιν ἐφιέναι σφίσι ποιεῖσθαι. ῥᾳδίως δέ σοι πάντες καὶ ἐς ταῦτα καὶ ἐς τὰ ἄλλα καὶ ἰδίᾳ καὶ κοινῇ πειθαρχήσουσιν, ἂν μηδὲν παρὰ ταῦτα μηδέποτε συγχωρήσῃς τινί: ἡ γὰρ ἀνωμαλία καὶ τὰ καλῶς πεπηγότα διαλύει. καὶ διὰ τοῦτ᾽ οὐδ᾽ αἰτεῖν τι ἀρχήν, ὅ γε μὴ δώσεις, ἐπιτρέπειν σφίσιν ὀφείλεις, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρῶτον ἰσχυρῶς φυλάττειν σφᾶς ἀναγκάζειν, τὸ μηδὲν ἀξιοῦν τῶν κεκωλυμένων.

XXXVIII. ταῦτα μὲν περὶ ἐκείνων λέγω, καθ᾽ ἁπάντων δέ σοι συμβουλεύω μήτ᾽ ἀποχρήσασθαί ποτε τῇ ἐξουσίᾳ, μήτ᾽ οἰηθῆναι μείωσίν τινα αὐτῆς εἶναι ἂν μὴ πάντα ἁπαξαπλῶς ὅσα δύνασαι καὶ ποιήσῃς: ἀλλ᾽ ὅσῳ μᾶλλον πάνθ᾽ ὅσα ἂν βουληθῇς καὶ δυνήσῃ πρᾶξαι, τόσῳ μᾶλλον προθυμοῦ πάνθ᾽ ὅσα προσήκει βούλεσθαι. καὶ ἀεί γε αὐτὸς παρὰ σαυτῷ ἐξέταζε, εἴτε ὀρθῶς τι ποιεῖς εἴτε καὶ μή, τί τε πράττοντά σε φιλήσουσί τινες καὶ τί μή, ἵνα τὰ μὲν ποιῇς αὐτῶν τὰ δὲ ἐκκλίνῃς. μὴ γὰρ δὴ ἡγήσῃ δεόντως τι παρὰ τοῦτο πράττειν δόξειν, ἂν μηδενὸς αἰτιωμένου σε ἀκούσῃς: μηδ᾽ ἀναμείνῃς οὕτω τινὰ ἐκφρονῆσαί ποτε ὥστε σοι φανερῶς τι ἐξονειδίσαι. τοῦτο μὲν γὰρ οὐδεὶς ἂν ποιήσειεν, οὐδ᾽ εἰ σφόδρα ἀδικηθείη: πᾶν γὰρ τοὐναντίον καὶ ἐπαινεῖν πολλοὶ ἔν γε τῷ φανερῷ τοὺς ἀδικοῦντάς σφας ἀναγκάζονται, ἀνταγωνιζόμενοι μὴ δοκεῖν ὀργίζεσθαι. τὸν δ᾽ ἄρχοντα χρὴ μὴ ἐξ ὧν λέγουσί τινες τεκμαίρεσθαι τὴν διάνοιαν αὐτῶν, ἀλλ᾽ ἐξ ὧν φρονεῖν αὐτοὺς εἰκός ἐστι.

XXXIX. ταῦτά σε καὶ τὰ τοιαῦτα βούλομαι πράττειν: πολλὰ γὰρ καὶ παραλείπω διὰ τὸ μὴ οἷόν τε εἶναι πάντα αὐτὰ καθάπαξ συλλαβόντα εἰπεῖν. ἓν δ᾽ οὖν ἐν κεφαλαίῳ καὶ κατὰ τῶν εἰρημένων καὶ κατὰ τῶν λοιπῶν φράσω. ἂν γὰρ ὅσα ἂν ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐθελήσῃς, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράσσῃς, οὔτε τι ἁμαρτήσῃ καὶ πάντα κατορθώσεις, κἀκ τούτου καὶ ἥδιστα καὶ ἀκινδυνότατα βιώσῃ. πῶς μὲν γὰρ οὐχ ὡς πατέρα, πῶς δ᾽ οὐχ ὡς σωτῆρα καὶ προσόψονταί σε ἅπαντες καὶ φιλήσουσιν, ὅταν σε ὁρῶσι κόσμιον εὐβίοτον εὐπόλεμον εἰρηναῖον ὄντα, ὅταν μήθ᾽ ὑβρίζῃς τι μήτε πλεονεκτῇς, ὅταν ἐκ τοῦ ὁμοίου σφίσι προσφέρῃ, καὶ μὴ αὐτὸς μὲν πλουτῇς τοὺς δ᾽ ἄλλους ἀργυρολογῇς, μηδ᾽ αὐτὸς μὲν τρυφᾷς τοὺς δ᾽ ἄλλους ταλαιπωρῇς, μηδ᾽ αὐτὸς μὲν ἀκολασταίνῃς τοὺς δ᾽ ἄλλους νουθετῇς, ἀλλ᾽ ἐς πάντα δὴ πάντως ὁμοιοτροπώτατα αὐτοῖς ζῇς; ὥστ᾽ αὐτὸς παρὰ σαυτῷ μέγα φυλακτήριον ἐν τῷ μηδένα ποτὲ ἀδικῆσαι ἔχων θάρσει, καὶ πίστευέ μοι λέγοντι ὅτι οὔτε μισηθήσῃ ποτὲ οὔτε ἐπιβουλευθήσῃ. τούτου δὲ δὴ οὕτως ἔχοντος πᾶσά σε ἀνάγκη καὶ ἡδέως βιῶναι: τί μὲν γὰρ ἥδιον, τί δὲ εὐδαιμονέστερόν ἐστι τοῦ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν μετ᾽ ἀρετῆς ἀπολαύοντα καὶ τοῖς ἄλλοις αὐτὰ διδόναι δύνασθαι;

XL. ταῦτά τε οὖν καὶ τἆλλα πάνθ᾽ ὅσα εἴρηκα ἐννοήσας πείσθητί μοι, καὶ μὴ πρόῃ τὴν τύχην, ἥτις σε ἐκ πάντων ἐπελέξατο καὶ προεστήσατο. ὡς εἴ γε τὸ μὲν πρᾶγμα τὸ τῆς μοναρχίας αἱρῇ, τὸ δ᾽ ὄνομα τὸ τῆς βασιλείας ὡς καὶ ἐπάρατον φοβῇ, τοῦτο μὲν μὴ προσλάβῃς, τῇ δὲ δὴ τοῦ Καίσαρος προσηγορίᾳ χρώμενος αὐτάρχει. εἰ δ᾽ οὖν καὶ ἄλλων τινῶν ἐπικλήσεων προσδέῃ, δώσουσι μέν σοι τὴν τοῦ αὐτοκράτορος, ὥσπερ καὶ τῷ πατρί σου ἔδωκαν, σεβιοῦσι δέ σε καὶ ἑτέρᾳ τινὶ προσρήσει, ὥστε σε πᾶν τὸ τῆς βασιλείας ἔργον ἄνευ τοῦ τῆς ἐπωνυμίας αὐτῆς ἐπιφθόνου καρποῦσθαι.

XLI. Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, ὁ δὲ δὴ Καῖσαρ ἀμφοτέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ καὶ ἐπὶ τῇ πολυλογίᾳ τῇ τε παρρησίᾳ ἰσχυρῶς ἐπῄνεσε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέθειτο ἔπραξε, φοβηθεὶς μὴ καὶ σφαλῇ τι, ἀθρόως μεταρρυθμίσαι τοὺς ἀνθρώπους ἐθελήσας: ἀλλὰ τὰ μὲν παραχρῆμα μετεκόσμησε τὰ δ᾽ ὕστερον, καί τινα καὶ τοῖς μετὰ ταῦτα ἄρξουσι ποιῆσαι κατέλιπεν ὡς καὶ κατὰ καιρὸν μᾶλλον ἐν τῷ χρόνῳ γενησόμενα. καὶ αὐτῷ καὶ ὁ Ἀγρίππας πρὸς πάντα, καίπερ τὴν ἐναντίαν σφίσι γνώμην δούς, προθυμότατα συνήρατο, ὥσπερ ἂν εἰ καὶ ἐσηγητὴς αὐτῶν ἐγεγόνει. ταῦτά τε ὁ Καῖσαρ, καὶ ὅσα ἄνω μοι τοῦ λόγου εἴρηται, ἔπραξεν ἐν τῷ ἔτει ἐκείνῳ ἐν ᾧ τὸ πέμπτον ὑπάτευσε, καὶ τὴν τοῦ αὐτοκράτορος ἐπίκλησιν ἐπέθετο. λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισίν ῾ἐκείνην γὰρ πολλάκις μὲν καὶ πρότερον πολλάκις δὲ καὶ ὕστερον ἀπ᾽ αὐτῶν τῶν ἔργων ἔλαβεν, ὥστε καὶ ἅπαξ καὶ εἰκοσάκις ὄνομα αὐτοκρατορος σχεῖν᾽ ἀλλὰ τὴν ἑτέραν τὴν τὸ κράτος διασημαίνουσαν, ὥσπερ τῷ τε πατρὶ αὐτοῦ τῷ Καίσαρι καὶ τοῖς παισὶ τοῖς τε ἐκγόνοις ἐψήφιστο.

XLII. καὶ μετὰ ταῦτα τιμητεύσας σὺν τῷ Ἀγρίππᾳ ἄλλα τέ τινα διώρθωσε καὶ τὴν βουλὴν ἐξήτασε. πολλοὶ μὲν γὰρ ἱππῆς πολλοὶ δὲ καὶ πεζοὶ παρὰ τὴν ἀξίαν ἐκ τῶν ἐμφυλίων πολέμων ἐβούλευον, ὥστε καὶ ἐς χιλίους τὸ πλήρωμα τῆς γερουσίας αὐξηθῆναι. τούτους οὖν ἐκκρῖναι βουληθεὶς αὐτὸς μὲν οὐδένα αὐτῶν ἀπήλειψε, προτρεψάμενος δέ σφας ἐκ τοῦ συνειδότος τοῦ τε γένους καὶ τοῦ βίου δικαστὰς ἑαυτοῖς γενέσθαι τὸ μὲν πρῶτον πεντήκοντά που ἔπεισεν ἐθελοντὰς ἐκστῆναι τοῦ συνεδρίου, ἔπειτα δὲ καὶ ἄλλους ἑκατὸν καὶ τεσσαράκοντα μιμήσασθαί σφας ἠνάγκασε. καὶ αὐτῶν ἠτίμωσε μὲν οὐδένα, τὰ δ᾽ ὀνόματα τῶν δευτέρων ἐξέθηκε: τοῖς γὰρ προτέροις, ὅτι μὴ ἐχρόνισαν ἀλλ᾽ εὐθὺς ἐπειθάρχησάν οἱ, ἀφῆκε τὸ ὀνείδισμα, ὥστ᾽ αὐτοὺς μὴ ἐκδημοσιευθῆναι. οὗτοι μὲν οὖν ἑκούσιοι δῆθεν ἰδιώτευσαν, Κύιντον δὲ δὴ Στατίλιον καὶ πάνυ ἄκοντα τῆς δημαρχίας, ἐς ἣν ἀπεδέδεικτο, εἶρξεν. ἑτέρους τέ τινας βουλεύειν ἐποίησε, καὶ ἔς γε τοὺς ὑπατευκότας δύο ἄνδρας ἐκ τῶν βουλευόντων, Κλούουιόν τέ τινα καὶ Φούρνιον Γαΐους, ἐγκατέλεξεν, ὅτι προαποδεδειγμένοι οὐκ ἠδυνήθησαν, ἄλλων τινῶν τὰς ἀρχὰς αὐτῶν προκαταλαβόντων, ὑπατεῦσαι. τό τε τῶν εὐπατριδῶν γένος συνεπλήθυσε, τῆς βουλῆς οἱ δῆθεν ἐπιτρεψάσης τοῦτο ποιῆσαι, ἐπειδὴ τό τε πλεῖστόν σφων ἀπωλώλει ῾οὐδὲν γὰρ οὕτως ὡς τὸ γενναῖον ἐν τοῖς ἐμφυλίοις πολέμοις ἀναλίσκεταἰ καὶ ἐς τὴν ποίησιν τῶν πατρίων ἀναγκαῖοι ἀεὶ εἶναι νομίζονται. ταῦτά τε οὖν ἔπραξε, καὶ προσαπεῖπε πᾶσι τοῖς βουλεύουσι μὴ ἐκδημεῖν ἔξω τῆς Ἰταλίας, ἂν μὴ αὐτός τινι κελεύσῃ ἢ καὶ ἐπιτρέψῃ. καὶ τοῦτο καὶ δεῦρο ἀεὶ φυλάσσεται: πλὴν γὰρ ὅτι ἔς τε τὴν Σικελίαν καὶ ἐς τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα, οὐδαμόσε ἄλλοσε βουλευτῇ ἀποδημῆσαι ἔξεστιν. ἐκεῖσε γὰρ διά τε τὸ σύνεγγυς καὶ διὰ τὸ ἄοπλον τό τε εἰρηναῖον τῶν ἀνθρώπων δέδοται τοῖς γέ τι κεκτημένοις αὐτόθι καὶ ἄνευ παραιτήσεως, ὁσάκις ἂν ἐθελήσωσιν, ἀπιέναι. ἐπειδή τε πολλοὺς ἔτι καὶ τῶν βουλευτῶν καὶ τῶν ἄλλων τῶν τὰ τοῦ Ἀντωνίου σπουδασάντων ὑπόπτως πρὸς αὑτὸν διακειμένους ἑώρα, καὶ ἐφοβήθη μὴ νεοχμώσωσί τι, πάντα ἔφη τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις αὐτοῦ εὑρεθέντα ῾̣̣̓ατακεκαυκέναι. καὶ ὡς ἀληθῶς γε διεφθάρκει τινά: τὰ γὰρ δὴ πλείω καὶ πάνυ ἐτήρει, ὥστε μηδ᾽ ὀκνῆσαι ὕστερον αὐτοῖς χρήσασθαι.

XLIII. τοῦτό τε οὖν οὕτως ἐποίησε καὶ τὴν Καρχηδόνα ἐπαπῴκισεν, ὅτι ὁ Λέπιδος μέρος τι αὐτῆς ἠρημώκει καὶ διὰ τοῦτο τὰ δίκαια τῆς ἀποικίας σφῶν λελυκέναι ἐδόκει. τόν τε Ἀντίοχον τὸν Κομμαγηνὸν μετεπέμψατο, ὅτι τινὰ πρεσβευτὴν ὑπὸ τοῦ ἀδελφοῦ διαφόρου οἱ ὄντος σταλέντα ἐς τὴν Ῥώμην ἐδολοφόνησε, καὶ ἔς τε τὸ συνέδριον ἐσήγαγε καὶ καταψηφισθέντα ἀπέκτεινε. καὶ τὴν Καπρίαν παρὰ τῶν Νεοπολιτῶν, ὧνπερ τὸ ἀρχαῖον ἦν, ἀντιδόσει χώρας ἠλλάξατο. κεῖται δὲ οὐ πόρρω τῆς κατὰ Συρρεντὸν ἠπείρου, χρηστὸν μὲν οὐδέν, ὄνομα δὲ καὶ νῦν ἔτι διὰ τὴν τοῦ Τιβερίου ἐνοίκησιν ἔχουσα.